Numbers

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

XVII

Λάλησον τοῖς υἱοῖς Ἰσραήλ, καὶ λάβε παρ’ αὐτῶν ῥάβδον, ῥάβδον κατ’ οἴκους πατριῶν πάρα πάντων τῶν ἀρχόντων ἀυτῶν, κατ’ οἴκους πατρίων ἀυτῶν, δώδεκα ῥάβδους· καὶ ἑκάστου τὸ ὄνομα αὐτοῦ ἐπίγραψον ἐπὶ τῆς ῥάβδου.

καὶ τὸ ὄνομα Ἀαρὼν ἐπίγραψον ἐπὶ τῆς ῥάβδου Λευεί· ἔστιν γὰρ ῥάβδος μία, κατὰ φυλὴν οἴκου πατριῶν αὐτῶν [*](40 αὐτοῦ] οὐ sup ras Bab Ι om ἐν χειρὶ Μωυσῆ ἀυτῶ B* (hab Bab(vid) et AF sine αυτω AF) 41 ισλ τη Bab (mg) | αὔριον] sup ras Bab ἐπαύριον AF ἀπεκτάγκατε Ba mg vid 44 om καὶ αρων Α* (hab A1 ?a?mg) 45 επεσαν] α sup ras Ba ἔπεσον B*?AF 46 απενεγκαι AF Ι ἐξιλάσεται εξειλ.) B*] εξειλασε Ba εξιλ. Bb) ἐξίλασαι AF Ι ὀργὴ ἄπο πρὸ sup ras Aa (om A*vld) 47 ἐνῆρκται] ἐνῆρκτο BaA ἦρκτο F Ι ἐπέβαλεν] pr ελακαι Α 48 om ἐν τὼ λάω BabAF XVII 2 πατρίων 1 o] AF Ι om καὶ ο Α Ι ῥάβδου] + αὐτοῦ AF 3 αρων] αὐτοῦ om γαρ Α)

294
[*](B) δώσουσιν.

καὶ θήσεις αὐτὰς ἐν τῇ σκηνῇ τοῦ μnρτυρίου κατέναντι τοῦ μαρτυρίου, ἐν οἷς γνωσθήσομαί σοι ἐκεῖ.

καὶ ἔστα ὁ ἄνθρωπος ὃν ἰὰν ἐκλέξωμαι αὐτόν, ἡ ῥάβδος αὐτοῦ ἐκβλαστήσει· καὶ περιελῶ ἀπ’ ἐμοῦ τὸν γογγυσμὸν τῶν υἱῶν Ἰσραήλ, ἃ αὐτὸ γογγύζουσιν ἐφ’ ὑμῖν.

καὶ ἐλάλησεν Μωυσῆς τοῖς υἱοῖς Ἰσραήλ, καὶ ἔδωκαν αὐτῶ πάντες οἱ ἄρχοντες αὐτῶν ῥάβδον, τῷ ἄρχοντι τῶ ἑνὶ ῥάβδον κατὰ ἄρχοντα, κατ’ οἴκους πατριῶν αὐτῶν, ιβ ῥάβδους· κοὶ ἡ ῥάβδος Ἀαρὼν ἀνὰ μέσον τῶν ῥάβδων αὐτῶν·

καὶ ἀπέθηκεν Μωυσῆς τὰς ῥάβδους ἔναντι Κυρίου ἐν τῆ σκηνῇ τοῦ μαρτυρίου.

καὶ ἐγένετο τῇ ἐπαύριον κα εἰσῆλθεν Μωυσῆς καὶ Ἀαρὼν εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου, καὶ ἰδοὺ ἐβλάστησεν ἡ ῥάβδος Ἀαρὼν εἰς οἶκον Λευεί, καὶ ἐξήνεγκεν βλαστὸν κα ἐξήνθησεν ἄνθη καὶ ἐβλάστησεν κάρυα.

καὶ ἐξήνεγκεν Μωυσῆς πάσας τὰς ῥάβδους ἀπὸ προσώπου κυρίου πρὸς πάντας υἱοὺς Ἰσραήλ. καὶ εἶδον, καὶ ἔλαβεν ἕκαστος τὴν ῥάβδον αὐτοῦ.

καὶ εἶπεν κύριος πρὸς Μωυσῆν Ἀπόθες τὴν ῥάβδον Ἀαρὼν ἐνώπιον τῶν μαρτυρίων εἰς διατήρησιν, σημεῖον τοῖς υἱοῖς τῶν ἀνηκόων· καὶ παυσάσθω ὁ γογγυσμὸς αὐτῶν ἀπ’ ἐμοῦ, κα οὐ μὴ ἀποθάνωσιν.

καὶ ἐποίησεν Μωυσῆς καὶ Ἀαρὼν καθὰ συνέταξεν κύριος τῷ Μωυσῇ, οὕτως ἐποίησαν.

Καὶ εἶπαν ὁ υἱοὶ Ἰσραὴλ πρὸς Μωυσῆν λέγοντες Ἴδου ἐξανηλώμεθα, ἀπολώλαμεν, παρανηλώμεθα.

πᾶς ὁ ἁπτόμενος τῆς σκηνῆς κυρίου ἀποθνήσκει· θνήσκει· ἕως εἰς τέλος ἀποθάνωμεν;