Numbers

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

ἡ ἐπίσκεψις αὐτῶν ἐκ τῆς φυλῆς Ἀσὴρ μία καὶ τεσσεράκοντα χιλιάδες καὶ πεντακόσιοι.

Τοῖς υἱοῖς Νεφθαλεὶ κατὰ συγγενίας αὐτῶν, κατὰ δήμους αὐτῶν, κατ’ οἴκους πατριῶν αὐτῶν, κατὰ ἀριθμὸν ὀνομάτων αὐτῶν, κατὰ κεφαλὴν αὐτῶν, πάντα ἀρσενικὰ ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, πᾶς ὁ ἐκπορευόμενος ἐν τῆ δυνάμει· [*](32 Μαννασση Α | om κάτα ἀριθμὸν ὂν. ἀυτῶν Β* (hab Babmsinf) AF 33 Μαννασση Α Ι τριακόσιοι] διακόσιοι AF 35 τῆς φυλης] om τῆς F* (superscr Flvid) 36 κεφαλὴν] κε sup ras A 1?s? 38 κατ’ οἴκοις F* κατ’ οἴκους F1) 39 ἑπτακόσιοι] ἑξακόσιοι F 40 πατρίων ἀυτῶν sup ras pi litt Aa 42 Νεφθαλι Α)

254
[*](B)

ἡ ἐπίσκεψις αὐτῶν ἐκ τῆς φυλῆς Νεφθαλεὶ τρεῖς καὶ πεντήκοντα χιλιάδες καὶ τετρακόσιοι.

Αὕτη ἡ ἐπίσκεψις ἢν ἐπεσκέψαντο Μωυσῆς καὶ Ἀαρὼν καὶ οἱ ἄρχοντες Ἰσραήλ, δώδεκα ἄνδρες· ἀνὴρ εἷς κατὰ φυλὴν μίαν, κατὰ φυλὴν οἴκων πατριᾶς ἦσαν.

καὶ ἐγένετο πᾶσα ἡ ἐπίσκεψις υἱῶν Ἰσραὴλ ἐν δυνάμει αὐτῶν ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, πᾶς ὁ ἐκπορευόμενος παρατάξασθαι ἐν Ἰσραήλ,

ἑξακόσιαι χιλιάδες καὶ τρισχίλιοι καὶ πεντακόσιοι καὶ πεντήκοντα.

Οἱ δὲ Λευεῖται ἐκ τῆς φυλῆς τῆς πατριᾶς αὐτῶν οὐκ ἐπεσκέπησαν ἐν τοῖς υἱοῖς Ἰσραήλ.

καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων

Ὅρα τὴν φυλὴν τὴν Λευεὶ οὐ συνεπισκέψῃ, καὶ τὸν ἀριθμὸν αὐτῶν οὐ λήμψη̣ ἐν μέσῳ υἱῶν Ἰσραήλ.

καὶ σὺ ἐπίστησον τοὺς Δευείτας ἐπὶ τὴν σκηνὴν τοῦ μαρτυρίου καὶ ἐπὶ πάντα τὰ σκεύη αὐτῆς καὶ ἐπὶ πάντα ὅσα ἐστὶν ἐν αὐτῇ· αὐτοὶ ἀροῦσιν τὴν σκηνὴν καὶ πάντα τὰ σκεύη αὐτῆς, καὶ αὐτοὶ λειτουργήσουσιν ἐν αὐτῇ, καὶ κύκλῳ τῆς σκηνῆς παρεμβαλοῦσιν.

καὶ ἐν τῷ ἐξαίρειν τὴν σκηνὴν καθελοῦσιν αὐτὴν οἱ Λευεῖται, καὶ ἐν τῷ παρεμβάλλειν τὴν σκηνὴν ἀναστήσουσιν. καὶ ὁ ἀλλογενὴς ὁ προσπορευόμενος ἀποθανέτω.

καὶ παρεμβαλοῦσιν οἱ υἱοὶ Ἰσραήλ, ἀνὴρ ἐν τῇ ἑαυτοῦ τάξει καὶ ἀνὴρ κατὰ τὴν ἑαυτοῦ ἡγεμονίαν, σὺν δυνάμει αὐτῶν·

δὲ Λευεῖται παρεμβαλέτωσαν ἐναντίον Κυρίου κύκλῳ τῆς σκηνῆς τοῦ μαρτυρίου, καὶ οὐκ ἔσται ἁμάρτημα ἐν υἱοῖς Ἰσραήλ. καὶ φυλάξουσιν οἱ Λευεῖται αὐτοὶ τὴν φυλακὴν τῆς σκηνῆς τοῦ μαρτυρίου.

καὶ ἐποίησαν οἱ υἱοὶ Ἰσραὴλ κατὰ πάντα ἃ ἐνετείλατο κύριος τῷ Μωυσῇ καὶ Ἀαρών, οὕτως ἐποίησαν.

Καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν καὶ Ἀαρὼν λέγων

Ἄνθρωπος ἐχόμενος αὐτοῦ κατὰ τάγμα, κατὰ σημείας, κατ’ οἴκους πατριῶν αὐτῶν, παρεμβαλέτωσαν ὁ υἱοὶ Ἰσραήλ· ἐναντίοι κύκλῳ τῆς σκηνῆς τοῦ μαρτυρίου παρεμβαλοῦσιν οἱ υἱοὶ Ἰσραήλ.

Καὶ οἱ παρεμβα- [*](AF 43 Νεφθαλι Α | τρὶς Α | τετρακόσιοι] πεντακόσιοι F 44 AF* επεσκεψαντο F 1 mg) | ανδρες} ἄρχοντες (sup ras) Aa | οἴκου F Ι πατρίων F † ἀυτῶν AFlme 45 ὑιῶν] pr τῶν AF Ι ἐν δυνάμει] BabAFvid συναμει F* δυ superscr F1) ἑ τρεῖς χίλιοι F 47 Λευιται BbAF | om φυλῆς Α Ι τῆς πατρίας] om τῆς Bab AF | οὐκ επεσκε AF 49 τὴν 2°] του F | Λευι BbAF | υιων pr τῶν Α αδ. αυτ. των sup ras Aa) pr των 50 om καὶ 6 | αναστησουσιν] † αυτην Α 51 παρεμβαλειν Φថ | ] † αυτην A 62 παρεμβάλλουσιν Ba ? b 1°] αυτου AF BabAF | om κυρίου AF 54 a] ὅσα Α II 2 κάτα τάγμα αὐτοῦ AF | κατα σημειας αγνθας Β* σημαιας BaF καὶ κάτα τας σ. Α | ἐνάντιον AF † κݲυݲ Α 3 οἱ] οὔτοι Α* οι)

255
λόντες κατὰ νότον κατ’ ἀνατολὰς τάγμα παρεμβολῆς Ἰούδα σὺν δυνάμει [*](B) αὐτῶν, καὶ ὁ ἄρχων τῶν υἱῶν Ἰούδα Ναασσὼν υἱὸς Ἀμειναδάβ·

δύναμις αὐτοῦ οἱ ἐπεσκεμμένοι τέσσαρες καὶ ἑβδομήκοντα χιλιάδες καὶ ἑξακόσιοι.

καὶ οἱ παρεμβάλλοντες ἐχόμενοι φυλῆς Ἰσσαχάρ, καὶ ὁ ἄρχων τῶν υἱῶν Ἰσσαχὰρ Ναθαναὴλ υἱὸς Σωγάρ·

δύναμις αὐτοῦ οἱ ἐπεσκεμμένοι τέσσαρες καὶ πεντήκοντα χιλιάδες καὶ τετρακόσιοι.