Numbers

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

ἡ ἐπισκοπὴ αὐτῶν ἐκ τῆς φυλῆς Ῥουβὴν ἓξ καὶ τεσσεράκοντα χιλιάδες καὶ φ΄.

Τοῖς υἱοῖς Συμεὼν κατὰ συγγενίας αὐτῶν, κατὰ δήμους αὐτῶν, κατ’ οἴκους πατριῶν αὐτῶν, κατὰ ἀριθμὸν ὀνομάτων αὐτῶν, κατὰ κεφαλὴν αὐτῶν, πάντα ἀρσενικὰ ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, πᾶς ὁ ἐκπορευόμενος ἐν τῇ δυνάμει·

ἡ ἐπίσκεψις αὐτῶν ἐκ τῆς φυλῆς Συμεὼν ἐννέα καὶ πεντήκοντα χιλιάδες κα τριακόσιοι.

Τοῖς υἱοῖς Ἰούδα κατὰ συγγενίας αὐτῶν, κατὰ δήμους αὐτῶν, κατ’ οἴκους πατριῶν αὐτῶν, κατὰ ἀριθμὸν ὁ αὐτῶν, κατὰ κεφαλὴν αὐτῶν, πάντα ἀρσενικὰ ἀπὸ εἰκο καὶ ἐπάνω, πᾶς ὁ ἐκπορευόμενος ἐν τῇ δυνάμει·

ἡ ἑπίσκεψις αὐτῶν ἐκ τῆς φυλῆς Ἰούδα τέσσαρες καὶ ἑβδομήκοντα χιλιάδες καὶ ἑξακόσιοι.

Τοῖς υἱοῖς υἱοῖς Ἰσσαχὰρ κατὰ συγγενίας αὐτῶν, κατὰ δήμους αὐτῶν, κατ’ οἴκους πατριῶν αὐτῶν, κατὰ ἀριθμὸν ὀνομάτων αὐτῶν, κατὰ κεφαλὴν αὐτῶν, πάντα ἀρσενικὰ ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, πᾶς ὁ ἐκπορευόμενος ἐν τῇ δυνάμει·

ἡ ἐπίσκεψις αὐτῶν ἐκ τῆς φυλῆς Ἰσσαχὰρ τέσσαρες καὶ πεντήκοντα χιλιάδες καὶ τετρακόσιοι.

Τοῖς υἱοῖς Ζαβουλὼν κατὰ συγγενίας κατὰ δήμους αὐτῶν, κατ’ οἴκους πατριῶν αὐτῶν, κατὰ ὀνομάτων αὐτῶν, κατὰ κεφαλὴν αὐτῶν, πάντα ἀρσενικὰ ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, πᾶς ὁ ἐκπορευόμενος ἐν τῇ δυνάμει·

ἡ ἐπίσκεψις αὐτῶν ἐκ τῆς φυλῆς Ζαβουλὼν ἑπτὰ καὶ πεντήκοντα χιλιάδες καὶ τετρακόσιοι.

Τοῖς υἱοῖς Ἰωσὴφ υἱοῖς [*](AF 17 ἔλαβεν] ἔλαβον F 1 mg 18 τὴν συναγωγὴν] om τὴν Α | ἐξεκκλησίασαν Α | επηξονουσαν] ἐπεσκέπησαν AF | ἀυτῶν 4°] αὐτ’.. 19 τῆ Σεινα Σίνα BbAF)] του Σ. AF 21 ἐπισκοπὴ] επισκοπη] AF Ι ἐκ τῆς φυλῆς Ρουβην ἐξ καὶ sup ras et in mg Aa? (om εκ της φ. Ρ. Α* vid) | φ΄] πεντακόσιοι AF 22, 24 συγγενείας ΒΑF 26 om κάτα ἀριθμὸν ὂν. ἀυτῶν F 29 ἐκ τῆς φυλῆς Ζαβ. ἔπτα κα πέντ’. χιλιάδες καὶ sup ras Aa? Ι τετρακοσιοι] πεντακόσιοι Α 30 υἱοῖς 2°] ὑίος Α* (υἱοῖς A1))

253
Ἐφράιμ κατὰ συγγενίας αὐτῶν, κατὰ δήμους αὐτῶν, κατ’ οἴκους [*](B) πατριῶν αὐτῶν, κατὰ ἀριθμὸν ὀνομάτων αὐτῶν, κατὰ κεφαλὴν αὐτῶν, πάντα ἀρσενικὰ ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, πᾶς ὁ ἐκπορευόμενος ἐν τῇ δυνάμει·

ἡ ἐπίσκεψις αὐτῶν ἐκ τῆς φυλῆς Ἐφρόιμ τεσσεράκοντα χιλιάδες καὶ πεντακόσιοι.

Τοῖς υἱοῖς ἡ κατὰ συγγενίας αὐτῶν, κατὰ δήμους αὐτῶν, κατ’ οἴκους αὐτῶν, κατὰ ἀριθμὸν ὀνομάτων αὐτῶν, κατὰ κεφαλὴν , πάντα ἀρσενικὰ ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, πᾶς ὁ ἐκπορευόμενος ἐν τῇ δυνάμει·

ἡ ἐπίσκεψις αὐτῶν ἐκ τῆς φυλῆς Μανασσὴ δύο καὶ τριάκοντα χιλιάδες καὶ τριακόσιοι.

τοῖς υἱοὶς Βενιαμεὶν κατὰ συγγενίας αὐτῶν, κατὰ δήμους κατ’ οἴκους πατριῶν αὐτῶν, κατὰ ἀριθμὸν ὀνομάτων αὐτῶν, κατὰ κεφαλὴν αὐτῶν, πάντα ἀρσενικὰ ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, πᾶς ὁ ἐκπορευόμενος ἐν τῇ δυνάμει·

ἡ ἐπίσκεψις αὐτῶν ἐκ τῆς φυλῆς Βενιαμεὶν πέντε καὶ τριάκοντα χιλιάδες καὶ τετρακόσιοι.

Τοῖς υἱοῖς Γὰδ κατὰ αυγγενίας αὐτῶν, κατὰ δήμους αὐτῶν, κατ’ οἴκους πατριῶν αὐτῶν, κατὰ ἀριθμὸν ὀνομάτων αὐτῶν, κατὰ κεφαλὴν αὐτῶν, πάντα ἀρσενικὰ ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, πᾶς ὁ ἐκπορευόμενος ἐν τῇ δυνάμει·

ἡ ἐπίσκεψις αὐτῶν ἐκ τῆς φυλῆς Γὰδ πέντε καὶ τεσσεράκοντα χιλιάδες καὶ ἑξακόσιοι καὶ πεντήκοντα.

Τοῖς υἱοῖς Δὰν κατὰ συγγενίας αὐτῶν, κατὰ δήμους αὐτῶν, κατ’ οἴκους πατριῶν σὐτῶν, κατὰ ἀριθμὸν ὀνομάτων αὐτῶν, κατὰ κεφαλὴν αὐτῶν, πάντα ἀρσενικὰ ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, πᾶς ὁ ἐκπορευόμενος ἐν τῇ δυνάμει·

ἡ ἐπίσκεψις αὐτῶν ἐκ τῆς φυλῆς Δὰν δύο καὶ ἑξήκοντα χιλιάδες καὶ ἑπτακόσιοι.

Τοῖς υἱοῖς Ἀσὴρ κατὰ αυγγενίας αὐτῶν, κατὰ δήμους αὐτῶν, κατ’ οἴκους αὐτῶν, κατὰ ἀριθμὸν ὀνομάτων αὐτῶν, κατὰ κεφαλὴν αὐτῶν, ἀρσενικὰ ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, πᾶς ὁ ἐκπορευόμενος ἐν τῇ δυνάμει·