Leviticus

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

πᾶς ᾧ ἐστὶν ἐν αὐτῷ μῶμος ἐκ τοῦ σπέρματος Ἀαρὼν τοῦ ἱερέως οὐ προσεγγιεῖ τοῦ προσενεγκεῖν τὰς θυσίας τῷ θεῷ σου, ὅτι μῶμος ἐν αὐτῷ· τὰ δῶρα τοῦ θεοῦ οὐ προσελεύσεται τᾶι προσενεγκεῖν.

τὰ δῶρα τοῦ θεοῦ τὰ ἅγια τῶν ἁγίων καὶ ἀπὸ τῶν ἁγίων φάγεται·

πλὴν πρὸς τὸ καταπέτασμα οὐ προσελεύσεται, καὶ πρὸς τὸ θυσιαστήριον οὐκ ἐγγιεῖ, ὅτι μῶμον ὦι· καὶ οὐ βεβηλώσει τὸ ἅγιον τοῦ θεοῦ αὐτοῦ, ὅτι ἐγώ εἰμι κύριος ὁ ἁγιάζων αὐτούς.

καὶ ἐλάλησεν Μωυσῆς πρὸς Ἀαρὼν καὶ τοὺς υἱοὺς αὐτοῦ καὶ πρὸς πάντας υἱοὺς Ἰσραήλ.

Καὶ ἐλάλησεν Κύριος πρὸς Μωυσῆν λέγων

Εἰπὸν Ἀαρὼν καὶ τοῖς υἱοῖς αὐτοῦ, καὶ προσεχέτωσαν ἀπὸ τῶν ἁγίων τῶν υἱῶν Ἰσραήλ, καὶ οὐ βεβηλώσουσιν τὸ ὄνομα τὸ ἅγιόν μου, ὅσα αὐτοὶ ἁγιάζουσίν μοι· ἐγὼ κύριος.

εἰπὸν αὐτοῖς Εἰς τὰς γενεὰς ὑμῶν πᾶς ἄνθρωπος ὃς ἂν προσέλθῃ ἀπὸ τοῦ σπέρματος ὑμῶν πρὸς τὰ ἅγια ὅσα ἂν ἁγιάζωσιν οἱ υἱοὶ Ἰσραὴλ τῷ κυρίῳ, καὶ ἡ ἀκαθαρσία αὐτοῦ ἐπ’ αὐτῷ ἦ, ἐξολεθρευθήσεται ἡ ψυχὴ ἐκείνη ἀπ’ ἐμοῦ· ἐγὼ κύριος ὁ θεὸς ὑμῶν.

καὶ ἄνθρωπος ἐκ τοῦ σπέρματος Ἀαρὼν τοῦ ἱερέως, καὶ οὗτος λεπρᾷ ἢ γονορρυής, τῶν ἁγίων οὐκ ἔδεται ἕως ἂν καθαρισθῇ· καὶ ὁ ἁπτόμενος πάσης ἀκαθαρσίας ψυχῆς, ἢ ἄνθρωπος ὧ ἂν ἐξέλθῃ ἐξ αὐτοῦ κοίτη σπέρματος,

ὅστις ἂν ἅψηται παντὸς ἑρπετοῦ ἀκαθάρτου ὃ μιανεῖ αὐτόν, ἢ ἐπ’ ἀνθρώπῳ ἐν ᾧ μιανεῖ αὐτὸν κατὰ πᾶσαν ἀκαθαρσίαν αὐτοῦ,

ψυχὴ ἥτις ἀν’ ἅψηται αὐτῶν ἀκάθαρτος ἔσται ἕως ἑσπέρας· οὐκ ἔδεται ἀπὸ τῶν ἁγίων, ἐὰν μὴ λούσηται τὸ σῶμα αὐτοῦ ὕδατι

καὶ δύῃ ὁ ἥλιος, καὶ καθαρὸς ἔσται· καὶ τότε φάγεται τῶν ἁγίων, ὅτι ἄρτος ἐστὶν αὐτοῦ.

θνγσιμαῖον καὶ θηριάλωτον οὐ φάγεται, μιανθῆναι αὐτὸν ἐν αὐτοῖς· ἐγὼ κύριος.

καὶ τὰ φυλάγματά μου, ἵνα μ·ὴ λάβωσιν δι’ αὐτὰ ἁμαρτίαν, [*](AF 18 κολοβορειν B*A κολοβορρειν B b (vid) 19 ἄνθρωπος] pr η B ab F 20 τοῖς ὀφθαλμοῖς Α | ω αν] ὃς ἀν’ Α ω ἔαν F | om ἐν F 21 ω] ος Α | οὐ προσεγγιεῖ] οὐκ εγγιει B ab? F | τὼ θέω σου] του θεοῦ σου Α κυρίω F 22 του θεοῦ] + αὐτοῦ F 23 om αὐτοῦ Α | om εἰμι F 24 Μωυσης πρὸς B ab (sup ras) F] κݲςݲ πρὸς Μωυσην καὶ B* vid A | υἵους 2°] pr του F XXII 2 τῶν ὑιῶν] om τῶν Α 3 του σπέρματος] pr παντὸς B ab AF om του AF | ἁγιάσωσιν F | om η 2° AF 4 λέπρα] λεπρὸς Α | γονορρυης B* a A] γονορρυῆ B b F (γονορυη) | αν 2°] ἔαν F 5 ὅστις] pr η F | ἐπ’ ανθρωπω] ἐπ’ ἀνθρώπου F 6 om ἀν’ Α | ἀυτῶν] αὐτοῦ F | om αὐτοῦ F 7 δυ B* ( (δυη Β αβ) | τῶν ἀγίων] pr ἄπο F αὐτοῦ ἐστιν F 8 οὐ φάγεται] οὐκ Α 9 φυλαξονται] φυλάξουσιν Α φυλάξωνται F | μου τὰ φυλάγματα F)

235
καὶ ἀποθάνωσιν δι’ αὐτό· ἐὰν δὲ βεβηλώσουσιν αὐτά, ἐγὼ κύριος [*](B) ὁ θεὸς ὁ ἁγιάζων αὐτούς.

Καὶ πᾶς ἀλλογενὴς οὐ φάγεται ἅγια· πάροικος ἱερέως ἢ μισθωτὸς οὐ φάγεται ἅγια.

ἐὰν δὲ ἱερεὺς κτήσηται ψυχὴν ἔνκτητον ἀργυρίου, οὗτος φάγεται ἐκ τῶν ἄρτων αὐτοῦ· καὶ οἰκογενεῖς αὐτοῦ, καὶ οὗτοι φάγονται τῶν ἄρτων αὐτοῦ.

καὶ θυγάτηρ ἀνθρώπου ἱερέως ἐὰν γένηται ἀνδρὶ ἀλλογενεῖ, αὐτὴ τῶν ἀπαρχῶν τοῦ ἁγίου οὐ φάγεται.

καὶ θυγάτηρ ἱερέως ἐὰν γένηται χήρα ἐκβεβλημένη, σπέρμα δὲ μὴ ἦν αὐτῇ, ἐπαναστρέψει ἐπὶ τὸν οἶκον τὸν πατρικὸν κατὰ τὴν νεότητα αὐτῆς, ἀπὸ τῶν ἄρτων τοῦ πατρὸς αὐτῆς φάγεται. καὶ πᾶς ἀλλογενὴς οὐ φάγεται ἀπ’ αὐτῶν.

καὶ ἄνθρωπος ὃς ἂν φάγῃ ἅγια κατὰ ἄγνοιαν, καὶ προσθήσει τὸ ἐπίπεμπτον αὐτοῦ ἐπ’ αὐτὸ καὶ δώσει τῷ ἱερεῖ τὸ ἅγιον.

καὶ οὐ βεβηλώσουσιν τὰ ἅγια τῶν υἱῶν Ἰσραὴλ ἃ αὐτοὶ ἀφαιροῦσιν τῷ κυρίῳ,

καὶ ἐπάξουσιν ἐφ’ ἑαυτοὺς ἀνομίαν πλημμελίας ἐν τῷ ἐσθίειν αὐτοὺς τὰ ἅγια αὐτῶν· ὅτι ἐγὼ ὁ ἁγιάζων αὐτούς.