Leviticus

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

Καὶ εἶπεν κύριος πρὸς Μωυσῆν λέγων Εἰπὸν τοῖς ἱερεῦσιν τοῖς υἱοῖς Ἀαρὼν καὶ ἐρεῖς πρὸς αὐτούς Ἐν ταῖς ψυχαῖς οὐ μιανθήσονται ἐν τῷ ἔθνει αὐτῶν,

ἀλλ᾿ ἢ ἐν τῷ οἰκείῳ τῷ ἔγγιστα ἐπὶ πατρὶ καὶ μητρί, καὶ υἱοῖς καὶ θυγατράσιν, ἐπ’ ἀδελφῷ [*](AF 18 του γένους B* vid A] τῆς γενεὰς B ab ης, εας sup ras) F 19 απεκαλυψεν] απεκαλυψας Α 20 συγγενους 2°] συγγενειας B a ? b A γενο . . | ας F 21 ὃς ἀν’ λάβη] pr λᾶι ἀνὴρ F | ἀκαθαρσία] καθὰ sup ras B ab | om αὐτοῦ 2° B ab AF | ἀδελφοῦ 2°] pr του B ab AF 22 φυλάξεσθε τὰ κριματα] pr πάντα F | κα ποιήσετε] ποιεῖν Α | ὕμιν] ὑμὰς Α 23 πορευσεσθε F | οὑς] + ἐγὼ F | ἐξαποστελῶ Α 24 κληρονομήσετε AF | γῆν ῥέουσαν] γῆ ἥτις ἐστιν ῥέουσα F 25 αὐτοὺς] ἑαυτοὺς F | ἀκαθάρτων °] μὴ καθαρῶν F | om ἄνα μέσον 3° Α | καθαρῶν καὶ τῶν ακαθαρτων] ακαθ. καὶ καθ’. Α | κτήνεσι F | πάσι F | om α Α 26 ἄγιος] + εἰμι B ab AF | εμοι] ἐμοῦ F 27 αυτων] ἀυτῶ F | λιθοβολήσετε F XXI 1 τοι, υἱοῖς] om τοῖς F | μιανθήσονται] μιανθήσεσθε Α 2 μητρὶ] pr ἔπι Α | υιοις] pr ἔπι AF | θυγατράσιν] pr ἔπι Α)

233

καὶ ἀδελφῇ παρθένῳ τῇ ἐγγιζούσῃ αὐτῷ τῇ μὴ ἐκδεδομένῃ ἀνδρί, [*](B) ἐπὶ τούτοις μιανθήσεται.

οὐ μιανθήσεται ἐξάπινα ἐν τῷ λαὼ αὐτοῦ εἰς βεβήλωσιν αὐτοῦ.

καὶ φαλάκρωμα οὐ ξυρηθήσεσθε τὴν κεφαλὴν ἐπὶ νεκρῷ, καὶ τὴν ἄψιν τοῦ πώγωνος οὐ ξυρήσονται, καὶ ἐπὶ τὰς σάρκας αὐτῶν οὐ κατατεμοῦσιν ἐντομίδας.

ἅγιοι ἔσονται τῷ θεῷ τὸ ὄνομα τοῦ θεοῦ αὐτῶν· τὰς γὰρ θυσίας κυρίου δῶρα τοῦ θεοῦ αὐτῶν αὐτοὶ προσφέρουσιν, καὶ ἔσονται ἅγιοι.

γυναῖκα πόρνην καὶ βεβηλωμένην οὐ λήμψονται, καὶ γυναῖκα ἐκβεβλημένην ἀπὸ ἀνδρὸς αὐτῆς. ἅγιός ἐστιν τῷ κυρίῳ θεῷ αὐτοῦ, καὶ ἁγιάσει αὐτόν·

τὰ δῶρα κυρίου θεοῦ ὑμῶν οὗτος προσφέρει· ἅγιος ἔσται, ὅτι ἅγιος ἐγὼ Κύριος ὁ ἁγιάζων αὐτούς.

καὶ θυγάτηρ ἀνθρώπου ἱερέως ἐὰν βεβηλωθῇ τοῦ ἐκπορνεῦσαι, τὸ ὄνομα τοῦ πατμὸς αὐτῆς αὐτὴ βεβηλοῖ·

ἐπὶ πυρὸς κατακαυθήσεται. Καὶ ὁ ἱερεὺς ὁ μέγας ἀπὸ τῶν ἀδελφῶν αὐτοῦ, τοῦ ἐπικεχυμένου ἐπὶ τὴν κεφαλὴν τοῦ ἐλαίου τοῦ χριστοῦ καὶ τετελειωμένου ἐνδύσασθαι τὰ ἱμάτια, τὴν κεφαλὴν οὐκ ἀποκιδαρώσει καὶ τὰ ἱμάτια οὐ διαρρήξει,

καὶ ἐπὶ πάσῃ ψυχῇ τετελευτηκυίᾳ οὐκ εἰσελεύσεται, ἐπὶ πατρὶ αὐτοῦ οὐδὲ ἐπὶ μητρὶ αὐτοῦ οὐ μιανθήσεται,

καὶ ἐκ τῶν ἁγίων οὐκ ἐξελεύσεται καὶ οὐ βεβηλώσει τὸ ἡγιασμένον τοῦ θεοῦ αὐτοῦ, ὅτι τὸ ἅγιον ἔλαιον τὸ χριστὸν τοῦ θεοῦ ἐπ’ αὐτῷ· ἐγὼ κύριος.

οὗτος παρθένον ἐκ τοῦ γένους αὐτοῦ λήμψεται ·

χήραν δὲ καὶ ἐκβεβλημένην καὶ βεβηλωμένην καὶ πόρνην, ταύτας οὐ λήμψεται, ἀλλ’ ἢ παρθένον ἐκ Τοῦ λαοῦ αὐτοῦ λήμψεται γυναῖκα·

καὶ οὐ βεβηλώσει τὸ σπέρμα αὐτοῦ ἐν τῷ λαῷ αὐτοῦ· ἐγὼ κύριος ὁ ἁγιάζων αὐτόν.

Καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων

Εἰπὸν Ἀαρών Ἄνθρωπος ἐκ τοῦ γένους σου εἰς τὰς γενεὰς ὑμῶν, τίνι ἐὰν ᾖ ἐν αὐτῷ μῶμος, οὐ προσελεύσεται προσφέρειν τὰ δῶρα τοῦ θεοῦ αὐτοῦ.

πᾶς ἄνθρωπος ᾧ ἂν ᾖ ἐν αὐτῷ μῶμος οὐ προσελεύσεται· ἄνθρωπος χωλὸς ἢ τυφλὸς [*](3 ἀδελφὴ] Pr ἐπ’ B ab AF + αὐτοῦ F | ἐκδεδομένη] εγγιζουση Α | μιανθη- AF σεται] μιανθησεσθαι Α 4 om οὐ μιανθήσεται B*A (hab B ab mg F) 5 ξυρηθήσεσθε] ξυρήσεται Α | ξυρησονται] ξυρηθησονται F 7 λημψονται] λημψεται F | ἄπο] ὕπο F | ἄγιος] pr ὅτι F | θέω] pr τὼ F 8 ἁγιάσεις F | θεου] pr του AF | ἔσται] ἐστιν F | om ὅτι ἄγιος ἐγὼ κύριος ο ἁγιάζων αὐτοὺς F* (hab F1 mg inf) 9 βεβηλωθῇ] εκβεβηλωθη B ab 10 ενδυσεσθαι F | ἱμάτια °] + αὐτοῦ F 11 τετελευτηκυιη B 12 τὸ ἡγιασμένον] pr τὸ ὄνομα F | του θεοῦ °] + αὐτοῦ F | om ἐγὼ Κυριος F 13 πάρθενον] pr γυναῖκα B ab F | λημψεται] pr οὐ B* (om B ab) 14 ἐκβεβλημένην] εβδελυγμενην Α | πορνην καὶ βεβηλ. F | λαοῦ] om Α γένους F λημψηται F 15 om ἐν τὼ λάω αὐτοῦ F 17 η] ἢν Α 18 ἆτ’] ἔαν AF | τυφλὸς η χωλὸς B a F non inst η χ. B b)

234
[*](B) ἢ κολοβόριν ἢ ὠτότμητος,

ἄνθρωπος ᾧ ἐστὶν ἐν αὐτῷ σύντριμμα χειρὸς ἢ σύντριμμα ποδός,

ἢ κυρτὸς ἢ ἔφηλος ἢ πτίλος τοὺς ὀφθαλμούς, ἢ ἄνθρωπος ᾧ ἂν ᾖ ἐν αὐτῷ ψώρα ἀγρία ὴ λιχὴν ἢ μόνορχις,