Leviticus

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ ὄψεται αὐτὸν ὁ ἱερεὺς τῇ ἡμέρᾳ τῆ ἑβδόμῃ τὸ δεύτερον, καὶ ἰδοὺ ἀμαυρὰ ἡ ἁφή, οὐ μετέπεσεν ἡ ἁφὴ ἐν τῷ δέρματι, καθαριεῖ αὐτὸν ὁ ἱερεύς· σημασία γάρ ἐστιν· καὶ πλυνάμενος τὰ ἱμάτια καθαρὸς ἔσται.

ἐὰν δὲ μεταβαλοῦσα μεταπέσῃ ἡ σημασία ἐν τῷ δέρματι μετὰ τὸ ἰδεῖν αὐτὸν τὸν ἱερέα τοῦ καθαρίσαι αὐτόν, καὶ ὀφθήσεται τὸ δεύτερον τῷ ἱερεῖ·

καὶ ὄψεται αὐτὸν ὁ ἱερεύς, καὶ ἰδοὺ μετέπεσεν ἡ σημασία ἐν τῷ δέρματι, καὶ μιανεῖ αὐτὸν ὁ ἱερεύς· λέπρα ἐστίν.

Καὶ ἁφὴ λέπρας ἐὰν γένηται ἐν ἀνθρώπῳ, καὶ ἥξει πρὸς τὸν ἱερέα·

καὶ ὄψεται ὁ ἱερεύς, καὶ ἰδοὺ οὐλὴ λευκὴ ἐν τῷ δέρματι, καὶ αὕτη μετέβαλεν τρίχα λευκήν, καὶ ἀπὸ τοῦ ὑγιοῦς τῆς σαρκὸς τῆς ζώσης ἐν τῇ οὐλῇ,

λέπρα παλαιουμένη ἐστίν· ἐν τῷ δέρματι τοῦ χρωτός ἐστιν· καὶ μιανεῖ αὐτὸν ὁ ἱερεὺς καὶ ἀφοριεῖ αὐτόν, ὅτι ἀκάθαρτός ἐστιν.

ἐὰν δὲ ἐξανθοῦσα ἐξανθήσῃ ἡ λέπρα [*](8 νεοσσοὺς AF XIII 2 ἔαν τινι] τινι ἔαν AF | σημασία Α | ἄχθη· AF σεται] ἐλεύσεται F 3 του χρωτὸς °] om του F I ἐν τῆ ἁφὴ μεταβαλη] μεταβ. ἐν τῆ ἀφ’ Α η ἐν τῆ ἁφὴ μεταβ. F Ι του χρωτὸς 2°] + αὐτοῦ αυτης °] om Bab?c? A αὐτοῦ F | om μη ην Α μὴ η F | om ἀύτης 2° Bab?c? om ἀύτης 3° AF | τρίχα λεύκην] λεύκη F 6 καθαρίει] pr καὶ F Ι + αὐτοῦ F 7 του καθαρίσαι BabF] τὸ καθ’. B*A 8 om αὐτὸν 1 (hab F1mg) 9 ἀνθρώπω] pr τὼ Α 10 ὑγίους] ἡδίους Avid 11 χρωτὸς] + αὐτοῦ F Ι καὶ 2°] οὐκ F Ι ἀκάθαρτος] καθαρὸς F 12 εξανθουσα] Ba Ι ἐξανθήσει AF Ι η λέπρα 1°] om η)

212
[*](B) ἐν τῷ δέρματι, καὶ καλύψῃ ἡ λέπρα πᾶν τὸ δέρμα τῆς ἁφῆς ἀπὸ κεφαλῆς ἕως ποδῶν καθ’ ὅλην τὴν ὅρασιν τοῦ ἱερέως,

καὶ ὄψεται ὁ ἱερεύς, καὶ ἰδοὺ ἐκάλυψεν ἡ λέπρα πᾶν τὸ δέρμα τοῦ χρωτός, καὶ καθαριεῖ αὐτὸν ὁ ἱερεὺς τὴν ἁφήν· ὅτι πᾶν μετέβαλεν λευκόν, ρόν ἐστιν.

καὶ ᾗ ἂν ἡμέρᾳ ὀφθῇ ἐν αὐτῷ χρὼς ζῶν, μιανθήσεται·

καὶ ὄψεται ὁ ἱερεὺς τὸν χρῶτα τὸν ὑγιῆ, καὶ μιανεῖ αὐτὸν ὁ χρὼς ὁ ὑγιής, ὅτι ἀκάθαρτός ἐστιν· λέπρα ἐστίν.

ἐὰν δὲ ἀποκαταστῇ ὁ χρὼς ὁ ὑγιὴς καὶ μεταβάλῃ λευκή, καὶ ἐλεύσεται πρὸς τὸν ἱερέα·

καὶ ὄψεται ὁ ἱερεύς, καὶ ἰδοὺ μετέβαλεν ἡ ἁφὴ εἰς τὸ λευκόν, καὶ καθαριεῖ ὁ ἱερεὺς τὴν ἁφήν· καθαρός ἐστιν.

Καὶ σὰρξ ἐὰν γένηται ἐν τῷ δέρματι αὐτοῦ ἕλκος, καὶ ὑγιασθῇ,

καὶ γένηται ἐν τῶ τόπω τοῦ ἕλκους οὐλὴ λευκὴ ἢ τηλαυγὴς λευκαίνουσα ἢ πυρρίζουσα, καὶ ὀφθήσεται τῷ ἱερεῖ.

καὶ ὄψεται ὁ ἱερεύς, καὶ ἰδοὺ ἡ ὄψις ταπεινοτέρα τοῦ δέρματος, καὶ θρὶξ αὐτῆς μετέβαλεν εἰς λευκήν, κα μιανεῖ αὐτὸν ὁ ἱερεύς· λέπρα ἐστίν, ἐν τῷ ἕλκει ἐξήνθησεν.

ἐὰν δὲ ἴδῃ ὁ ἱερεύς, καὶ ἰδοὺ οὐκ ἔστιν ἐν αὐτῷ θρὶξ λευκή, καὶ ταπεινὸν μὴ ᾖ ἀπὸ τοῦ δέρματος τοῦ χρωτός, καὶ αὐτὴ ἦ ἀμαυρά, ἀφοριεῖ αὐτὸν ὁ ἱερεὺς ἑπτὰ ἡμέρας.

ἐὰν δὲ διαχέηται ἐν τῷ δέρματι, κα μιανεῖ αὐτὸν ὁ ἱερεύς. ἁφὴ λέπρας ἐστίν, ἐν τῷ ἕλκει ἐξήνθησεν·

ἐὰν δὲ κατὰ χώραν μείνῃ τὸ τηλαύγημα καὶ μὴ διαχέηται, οὐλὴ τοῦ ἕλκους ἐστίν, καὶ καθαριεῖ αὐτὸν ὁ ἱερεύς.

καὶ σὰρξ ἐὰν γένηται ἐν τῷ δέρματι αὐτοῦ κατάκαυμα πυρός, καὶ γένηται ἐν τῷ δέρματι αὐτοῦ τὸ ὑγιασθὲν τοῦ κατακαύματος αὐγάζον τηλαυγὲς λευκόν, ὑποπυρρίζον ἢ ἔκλευκον,

καὶ ὄψεται αὐτὸν ὁ ἱερεύς, καὶ ἰδοὺ μετέβαλεν θρὶξ λευκὴ εἰς τὸ αὐγάζον, καὶ ἡ ὄψις αὐτοῦ ταπεινὴ ἀπὸ τοῦ δέρματος, λέπρα ἐστίν, ἐν τῷ κατακαύματι ἐξήνθησεν· καὶ μιανεῖ αὐτὸν ὁ ἱερεύς, ἁφὴ λέπρας ἐστίν.