Leviticus

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

Καὶ ἐλάλησεν Κύριος πρὸς Μωυσῆν καὶ Ἀαρὼν λέγων

Λαλήσατε τοῖς υἱοῖς Ἰσραὴλ λέγοντες Ταῦτα τὰ κτήνη ἃ φάγεσθε ἀπὸ τῶν κτηνῶν τῶν ἐπὶ τῆς γῆς·

πᾶν κτῆνος διχηλοῦν ὁπλὴν καὶ ὀνυχιστῆρας δύο χηλῶν καὶ ἀνάγον μηρυκισμόν, ἐν τοῖς κτήνεσιν, ταῦτα φάγεσθε.

πλὴν ἀπὸ τούτων οὐ φάγεσθε, ἀπὸ τῶν μηρυκισμὸν καὶ ἀπὸ τῶν διχηλούντων τὰς ὁπλὰς καὶ ὀνυχιζόντων ὀνυχιστῆρας· τὸν κάμηλον, ὅτι ἀνάγει μηρυκισμὸν τοῦτο ὁπλὴν δὲ οὐ διχηλεῖ, ἀκάθαρτον τοῦτο ὑμῖν·