Leviticus

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

Διὰ τί οὐκ ἐφάγετε τὸ περὶ τῆς ἁμαρτίας ἐν τόπῳ ἁγίῳ; ὅτι γὰρ ἅγια ἁγίων ἐστίν, τοῦτο ἔδωκεν ὑμῖν φαγεῖν, ἵνα ἀφέλητε τὴν ἁμαρτίαν τῆς συναγωγῆς καὶ ἐξιλάσησθε περὶ αὐτῶν ἔναντι Κυρίου.

οὐ γὰρ [*](AF 7 Μωυση Α 11 πάντα] ἀπάντα B ab | Μωυση Α 12 τὸ θῦ’ του θυσιαστηρίου Α 13 ἄγεσθε Β* (φ superset B ab) | om αἰώνιον 14 τος· φάγεσθε F | του σωτηρίου] τῶν σωτηρίων F | om τῶν ὑιῶν Ιηλ Α* (hab sup ras A a) 15 ἀφόρισαι] σαι sup ras Bab ἀφοριεῖς 16 Μωσης 1°] Μωυσης F [ ενπεπυριστο B* vid (εμπ. AF)] sup ras) B a | Μωσης 2°] Μωυσης AF | τοὺς υἵους Ααρων] pr τοὺς ιερεις 17 τοῦτο] + ’δε F | ἀφέλητε B b vid (αφεληται Β*))

207
εἰσήχθη τοῦ αἵματος αὐτοῦ εἰς τὸ ἅγιον· κατὰ πρόσωπον ἔσω φάγεσθε [*](B) αὐτὸ ἐν τόπῳ ἁγίῳ, ὃν τρόπον μοι συνέταξεν κύριος.

καὶ ἐλάλησεν Ἀαρὼν πρὸς Μωυσῆν λέγων Εἰ σήμερον προσαγιόχασιν τὰ περὶ τῆς ἁμαρτίας αὐτῶν καὶ τὰ ὁλοκαυτώματα αὐτῶν ἔναντι κυρίου, καὶ συμβέβηκέν μοι ταῦτα, καὶ φάγομαι τὰ περὶ τῆς ἁμαρτίας σήμερον, μὴ ἀρεστὸν ἔσται κυρίῳ;

καὶ ἤκουσεν Μωυσῆς, καὶ ἤρεσεν αὐτῷ.