Exodus

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

εἶπεν δὲ Μωυσῆς πρὸς Φαραώ τάξαι πρὸς μὲ πότε εὔξωμαι περὶ σοῦ καὶ περὶ τῶν θεραπόντων σου καὶ περὶ τοῦ λαοῦ σου, ἀφανίσαι τοὺς βατράχους ἀπὸ σοῦ καὶ ἀπὸ τοῦ λαοῦ σου καὶ ἐκ τῶν οἰκιῶν ὑμῶν· ἐν τῷ ποταμῷ ὑπολειφθήσονται.

ὁ δὲ εἶπεν Εἰς αὔριον. οὖν Ὡς εἴρηκας· ἵνα ἴδῃς ὅτι οὐκ ἔστιν ἄλλος πλὴν Κυρίου·

καὶ περιαιρεθήσονται οἱ βάτραχοι ἀπὸ σοῦ καὶ ἐκ τῶν οἰκιῶν ὑμῶν καὶ ἐκ τῶν ἐπαύλεων καὶ ἀπὸ τῶν θεραπόντων σου καὶ ἀπὸ τοῦ λαοῦ σου· πλὴν ἐν τῷ ποταμῷ ὑπολειφθήσονται.

ἐξῆλθεν δὲ Μωυσῆς καὶ Ἀαρὼν ἀπὸ Φαραώ· καὶ ἐβόησεν Μωυσῆς πρὸς κύριον περὶ τοῦ ὁρισμοῦ τῶν βατράχων, ὡς ἐτάξατο Φαραώ.

ἐποίησεν δὲ κύριος καθάπερ εἶπεν Μωυσῆς, καὶ ἐτελεύτησαν οἱ βάτραχοι ἐκ τῶν οἰκιῶν καὶ ἐκ τῶν ἐπαύλεων καὶ ἐκ τῶν ἀγρῶν·

καὶ συνήγαγον αὐτοὺς θιμωνιὰς θιμωνιάς, καὶ ὤζεσεν ἡ γῆ.

ἰδὼν δὲ Φαραὼ ὅτι γέγονεν ἀνάψυξις, ἐβαρύνθη ἡ καρδία αὐτοῦ καὶ οὐκ εἰσήκουσεν αὐτῶν, καθάπερ ἐλάλησεν κύριος.

εἶπεν δὲ κύριος πρὸς Μωυσῆν Εἰπὸν Ἀαρών Ἔκτεινον τῇ χειρὶ τὴν ῥάβδον σου καὶ πάταξον τὸ χῶμα τῆς γῆς, καὶ ἔσονται σκνῖφες ἔν τε τοῖς ἀνθρώποις καὶ ἐν τοῖς τετράποσιν καὶ ἐν ἡ Αἰγύπτου.

ἐξέτεινεν οὖν Ἀαρὼν τῇ χειρὶ τὴν ῥάβδον καὶ ἐπάταξεν τὸ χῶμα τῆς γῆς, καὶ ἐγένοντο οἱ σκνῖΦες ἐν τοῖς ἀνθρώποις καὶ ἐν τοῖς τετράποσιν· καὶ ἐν παντὶ χώματι τῆς γῆς ἐγένοντο οἱ σκνῖΦες.

ἐποίησαν δὲ ὡσαύτως καὶ οἱ ἐπαοιδοὶ ταῖς Φαρμακίαις αὐτῶν ἐξαγαγεῖν τὸν σκνῖΦα, καὶ οὐκ ἠδύναντο· καὶ ἐγένοντο οἱ σκνῖΦες ἐν τοῖς ἀνθρώποις καὶ ἐν τοῖς τετράποσιν. F

εἶπαν οὖν οἱ ἐπαοιδοὶ τῷ ¶ Φαραώ Δάκτυλος θεοῦ ἐστὶν τοῦτο· καὶ ἐσκληρύνθη ἡ καρδία Φαραώ, καὶ οὐκ εἰσήκουσεν αὐτῶν, ἐλάλησεν κύριος.

Εἶπεν δὲ κύριος πρὸς Μωυσῆν ὄρθρισον τὸ πρωὶ καὶ στῆθι [*](AF) [*](8 αὐτοὺς] ’τον λαὸν AF Ι θύσουσιν F | τὼ κυρίω] om τὼ AF | om πέρι ° AF 10 εἶπεν 2°] εἶπαν F | ἴδης] ειδης AF | κύριος AF 11 ἐκ Ι°] ἄπο F | ὑμῶν] σου F Ι om καὶ ἐκ τῶν F I om καὶ ἄπο του λαοῦ σου F 12 ἀνεβόησεν F | Φαραω 2°] pr τὼ Ι° BF*] θειμωνιας AF 1 | θιμωνιας 2°] θειμωνιας τακνιΦες F* ἔσται σκν. F 1 vid) Ι Αἰγύπτω F 17 σκνικες F | ἐν τε τοῖς ἀνθρώποις AF | οἱ σκνιΦες 2° κνιΦες F*)] γῆ Αιγυπτου Β a b mg AF 18 ἐδύναντο AF | ἐν τε τοῖς ἀνθρώποις F ,] + καὶ ἐν παντὶ χώματι τῆς γῆς ἐγένοντο οἱ σκνιπες Bc mg 19 οἱ τὼ... F)

119
ἐναντίον Φαραώ· καὶ ἰδοὺ αὐτὸς ἐξελεύσεται ἐπὶ τὸ ὕδωρ, καὶ [*](B) ἐρεῖς πρὸς αὐτόν τάδε λέγει κύριος Ἐξαπόστειλον τὸν λαόν μου ἵνα μοι λ'ατρεύσωσιν σὼς ἱν ἐν τῇ ἐρήμῳ·