Exodus

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

ἑποίησαν δὲ ὡσαύτως καὶ οἱ ἐπαοιδοὶ τῶν Αἰγυπτίων ταῖς Φαρμακίαις αὐτῶν· καὶ ἐσκλήρυνεν ἡ καρδία Φαραώ, καὶ οὐκ εἰσήκουσεν αὐτῶν, καθάπερ εἶπεν κύριος.

ἐπιστραφεὶς δὲ εἰσῆλθεν εἰς τὸν οἶκον αὐτοῦ, καὶ οὐκ ἐπέστησεν τὸν νοῦν αὐτοῦ οὐδὲ ἐπὶτούτῳ.

ὤρυξαν δὲ πάντες οἱ Αἰγύπτιοι κύκλῳτοῦ ποταμοῦ πιεῖν ὕδωρ ἀπὸ τοῦ ποταμοῦ, καὶ οὐκ ἠδύναντο πιεῖν ὕδωρ ἀπὸ τοῦ ποταμοῦ·

καὶ ἀνεπληρώθησαν ἑπτὰ ἡμέραι μετὰ τὸ πατάξαι Κύριον τὸν ποταμὸν.

Εἶπεν δὲ κύριος πρὸς Μωυσῆν Εἴσελθε πρὸς Φαραὼ καὶ ἐρεῖς πρὸς αὐτόν τάδε λέγει κύριος Ἐξαπόστειλον τὸν λαόν μου ἵνα μοι λατρεύσωσιν·

εἰ δὲ μὴ βούλει σὺ ἐξαποατεῖλαι, ἰδοὺ τύπτω πάντα τὰ ὅριά σου τοῖς βατράχοις.

καὶ ἐξερεύξεται ποταμὸς βατράχους· καὶ ἀναβάντες εἰσελεύσονται εἰς τοὺς οἴκους σου καὶ εἰς τὰ ταμεῖα τῶν κοιτώνων σου καὶ ἐπὶ τῶν κλινῶν σου, καὶ ἐπὶ τοὺς οἴκους τῶν θεραπόντων σου καὶ τοῦ λαοῦ σου, καὶ ἐν τοῖς φυράμασίν σου καὶ ἐν τοῖς κλιβάνοις σου·

καὶ ἐπὶ σὲ καὶ ἐπὶ τοὺς θεράποντάς σου καὶ ἐπὶ τὸν λαόν σου ἀναβήσονται οἱ βάτραχοι.

εἶπεν δὲ κύριος πρὸς Μωυσῆν Εἰπὸν Ἀαρὼν τῷ ἀδελφῷ σου Ἔκτεινον τῇ χειρὶ τὴν ῥάβδον σου ἐπἰ τοὺς ποταμοὺς καὶ ἐπὶ τὰς διώρυγας καὶ ἐπὶ τὰ ἔλη, καὶ ἀνάγαγε τοὺς βατράχους.

καὶ ἐξέτεινεν Ἀαρὼν τὴν χεῖρα ἐπὶ τὰ Αἰγύπτου, καὶ ἀνήγαγεν τοὺς βατράχους· καὶ ἀνεβιβάσθη ὁ βᾶ. τραχος, καὶ ἐκάλυψεν τὴν γῆν Αἰγύπτου.

ἐποίησαν καὶ οἱ ἐπαοιδοὶ τῶν Αἰγυπτίων ταῖς Φαρμακίαις αὐτῶν, καὶ γαγον τοὺς βατράχους ἐπὶ γῆν Αἰγύπτου.

καὶ ἐκάλεσεν Φαραὼ Μωυσῆν καὶ Ἀαρὼν καὶ ἐῖπεν Εῦξασθε περὶ ἐμοῦ πρὸς κύριον, [*](20 om πὰν F 21 Αἰγύπτω F 22 ἐσκλήρυνεν] ἐσκληρύνθη AF | AF BA 1 F] ἀυτῶ A* 24 om ἄπο του ποταμοῦ Ι° B a b AF | ἄπο ποταμοῦ 2°] ἐκ του ποτ’. F VIII 2 βουλὴ AF Ι τοῖς βατρ.] om τοι, 3 ταμιεία AF | ἔπι 2°] εἰς AF | Φυραμασιν] μασιν sup ras et in mg (om καὶ ἐν τοῖς Φυρ. σου Α* vid) | σου °] + και ἐν τοῖς φρέασιν σου 4 ἔπι ’τον λ. σου κα ἔπι τοὺς θερ. σου F 5 τῆ χειρὶ] + σου F Ι ἀνάγαγε] συνάγαγε Α 6 ἀν’ ἤγαγε F Ι η βάτραχος Α | Αἰγύπτου °] αὐτοῦ F 7 ταῖς φαρμακιαις B*F] ἐν τοῖς φαρμακείαις B a b ἐν ταῖς ἐπαοιδαῖς Α Ι γῆν] pr Α 8 καὶ ἐκάλεσεν] ἐκάλεσεν ’δε F | ειπεν]+ αὐτοῖς F | ευξασθε] ευξε Α)

118
[*](B) καὶ περιελέτω τοὺς βατράχους ἀπ’ ἐμοῦ καὶ ἀπὸ τοῦ ἐμοῦ λαοῦ, καὶ ἐξαποστελῶ αὐτοὺς καὶ θύσωσίν τῷ κυρίῳ.