Exodus

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ ἐξέτεινεν Ἀαρὼν τὴν χεῖρα ἐπὶ τὰ Αἰγύπτου, καὶ ἀνήγαγεν τοὺς βατράχους· καὶ ἀνεβιβάσθη ὁ βᾶ. τραχος, καὶ ἐκάλυψεν τὴν γῆν Αἰγύπτου.

ἐποίησαν καὶ οἱ ἐπαοιδοὶ τῶν Αἰγυπτίων ταῖς Φαρμακίαις αὐτῶν, καὶ γαγον τοὺς βατράχους ἐπὶ γῆν Αἰγύπτου.

καὶ ἐκάλεσεν Φαραὼ Μωυσῆν καὶ Ἀαρὼν καὶ ἐῖπεν Εῦξασθε περὶ ἐμοῦ πρὸς κύριον, [*](20 om πὰν F 21 Αἰγύπτω F 22 ἐσκλήρυνεν] ἐσκληρύνθη AF | AF BA 1 F] ἀυτῶ A* 24 om ἄπο του ποταμοῦ Ι° B a b AF | ἄπο ποταμοῦ 2°] ἐκ του ποτ’. F VIII 2 βουλὴ AF Ι τοῖς βατρ.] om τοι, 3 ταμιεία AF | ἔπι 2°] εἰς AF | Φυραμασιν] μασιν sup ras et in mg (om καὶ ἐν τοῖς Φυρ. σου Α* vid) | σου °] + και ἐν τοῖς φρέασιν σου 4 ἔπι ’τον λ. σου κα ἔπι τοὺς θερ. σου F 5 τῆ χειρὶ] + σου F Ι ἀνάγαγε] συνάγαγε Α 6 ἀν’ ἤγαγε F Ι η βάτραχος Α | Αἰγύπτου °] αὐτοῦ F 7 ταῖς φαρμακιαις B*F] ἐν τοῖς φαρμακείαις B a b ἐν ταῖς ἐπαοιδαῖς Α Ι γῆν] pr Α 8 καὶ ἐκάλεσεν] ἐκάλεσεν ’δε F | ειπεν]+ αὐτοῖς F | ευξασθε] ευξε Α)

118
[*](B) καὶ περιελέτω τοὺς βατράχους ἀπ’ ἐμοῦ καὶ ἀπὸ τοῦ ἐμοῦ λαοῦ, καὶ ἐξαποστελῶ αὐτοὺς καὶ θύσωσίν τῷ κυρίῳ.

εἶπεν δὲ Μωυσῆς πρὸς Φαραώ τάξαι πρὸς μὲ πότε εὔξωμαι περὶ σοῦ καὶ περὶ τῶν θεραπόντων σου καὶ περὶ τοῦ λαοῦ σου, ἀφανίσαι τοὺς βατράχους ἀπὸ σοῦ καὶ ἀπὸ τοῦ λαοῦ σου καὶ ἐκ τῶν οἰκιῶν ὑμῶν· ἐν τῷ ποταμῷ ὑπολειφθήσονται.

ὁ δὲ εἶπεν Εἰς αὔριον. οὖν Ὡς εἴρηκας· ἵνα ἴδῃς ὅτι οὐκ ἔστιν ἄλλος πλὴν Κυρίου·