Exodus

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

Εἶπεν δὲ κύριος πρὸς Μωυσῆν Εἴσελθε πρὸς Φαραὼ καὶ ἐρεῖς πρὸς αὐτόν τάδε λέγει κύριος Ἐξαπόστειλον τὸν λαόν μου ἵνα μοι λατρεύσωσιν·

εἰ δὲ μὴ βούλει σὺ ἐξαποατεῖλαι, ἰδοὺ τύπτω πάντα τὰ ὅριά σου τοῖς βατράχοις.

καὶ ἐξερεύξεται ποταμὸς βατράχους· καὶ ἀναβάντες εἰσελεύσονται εἰς τοὺς οἴκους σου καὶ εἰς τὰ ταμεῖα τῶν κοιτώνων σου καὶ ἐπὶ τῶν κλινῶν σου, καὶ ἐπὶ τοὺς οἴκους τῶν θεραπόντων σου καὶ τοῦ λαοῦ σου, καὶ ἐν τοῖς φυράμασίν σου καὶ ἐν τοῖς κλιβάνοις σου·

καὶ ἐπὶ σὲ καὶ ἐπὶ τοὺς θεράποντάς σου καὶ ἐπὶ τὸν λαόν σου ἀναβήσονται οἱ βάτραχοι.

εἶπεν δὲ κύριος πρὸς Μωυσῆν Εἰπὸν Ἀαρὼν τῷ ἀδελφῷ σου Ἔκτεινον τῇ χειρὶ τὴν ῥάβδον σου ἐπἰ τοὺς ποταμοὺς καὶ ἐπὶ τὰς διώρυγας καὶ ἐπὶ τὰ ἔλη, καὶ ἀνάγαγε τοὺς βατράχους.