Exodus

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ ἐρεῖς πρὸς αὐτόν κύριος ὁ θεὸς τῶν Ἐβραίων ἀπέσταλκέν με πρὸς σὲ λέγων Ἐξαπόστειλον τὸν λαόν μου ἵνα μοι λατρεύσῃ ἐν τῇ ἐρήμῳ· καὶ ἰδοὺ οὐκ εἰσήκουσας ἕως τούτου.

τάδε λέγει κύριος Ἐν τούτῳ γνώσῃ ὅτι ἐγὼ κύριος· ἰδοὺ ἐγὼ τύπτω τῇ ῥάβδῳ τῆ ἐν τῇ χειρί μου ἐπὶ τὸ ὕδωρ τὸ ἐν τῷ ποταμῷ. καὶ μεταβαλεῖ εἰς αἶμα·

καὶ οἱ ἰχθύες οἱ ἐν τῷ ποταμῷ τελευτήσουσιν, καὶ ἐποζέσει ὁ ποταμός, καὶ οὐ δυνήσονται οἱ Αἰγύπτιοι πιεῖν ἀπὸ τοῦ ποταμοῦ.

εἶπεν δὲ Κύριος πρὸς Μωυσῆν Εἰπὸν Ἀαρὼν τῷ ἀδελφῷ σου Λάβε τὴν ῥάβδον σου ἐν τῇ χειρί σου, καὶ ἔκτεινον τὴν χεῖρά σου ἐπὶ τὰ ὕδατα Αἰγύπτου καὶ ἐπὶ τοὺς ποταμοὺς αὐτῶν καὶ ἐπὶ τὰς διώρυγας αὐτῶν καὶ ἐπὶ τὰ ἕλη αὐτῶν καὶ ἐπὶ πᾶν συνεστηκὸς ὕδωρ αὐτῶν, καὶ ἔσται αἷμα· καἰ ἐγένετο αἷμα ἐν πάσῃ γῇ Αἰγύπτου, ἔν τε τοῖς ξύλοις καὶ ἐν τοῖς λίθοις.

καὶ ἐποίησαν οὕτως Μωυσῆς καὶ Ἀαρὼν καθάπερ ἐνετείλατο.ο αὐτοῖς Κύριος· καὶ ἐπάρας τῇ ῥάβδῳ αὐτοῦ ἐπάταξεν τὸ ὕδωρ τὸ ἐν [*]( AF Ο om καὶ τῶν θερ. αὐτοῦ F | ἔρριψεν AF | τῆ F 11 om Αἰγύπτου F Ι om καὶ 3° F AF 13 ἐνετείλατο] ἐλάλησεν AF | om αὐτοῖς F 14 εἶπεν δε] κα εἶπεν Α | βεβάρυνται F 15 ἔση] στήσῃ AF 16 μοι λατρευση] λατρευσωσιν μοι F 17 μεταβαλει] μεταβασ|λει Α 18 ὰπο] ἐκ F AF 10 om τὼ ἀδελφὼ σου F | om ἐν τῆ χειρὶ σου AF 1 (hab F*) Ι om καὶ ἐκ τὴν χεῖρα σου F* (hab F 1) | om σου ° Α | Αιγυπτου Ι°] του ποταμοῦ Α | πτου 2°] Αιγυπτω AF Ο κύριος αὐτοῖς F Ι ἐπάρας] + λάρων ῥάβδωι τὴν ῥάβδον Α)

117
ἐναντίον Φαραὼ καὶ ἐναντίον τῶν θεραπόντων αὐτοῦ, καὶ μετέβαλεν [*](B) πᾶν τὸ ὕδωρ τὸ ἐν τῷ ποταμῷ εἰς αἷμα.