Exodus

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

συνεκάλεσεν δὲ Φαραὼ τούς σοφιστὰς Αἰγύπτου καὶ τοὺς φαρμακούς· καὶ ἐποίησαν καὶ οἱ ἐπαοιδοὶ τῶν Αἰγυπτίων ταῖς φαρμακίοις αὐτῶν ὡσαύτως,

καὶ ἔρριψαν ἕκαστος τὴν ῥάβδον αὐτῶν, καὶ ἐγένοντο δράκοντες· καὶ κατέπιεν ἡ ῥάβδος ἡ Ἀαρὼν τὰς ἐκείνων ῥάβδους.

καὶ κατίσχυσεν ἡ καρδία Φαραώ, καὶ οὐκ εἰσήκουσεν αὐτῶν, καθάπερ ἐνετείλατο αὐτοῖς κύριος.

Εἶπεν δὲ Κύριος πρὸς Μωυσῆν βεβάρηται ἡ καρδία Φαραὼ τοῦ μὴ ἐξαποστείλαι τὸν λαόν.

βάδισον πρὸς Φαραὼ τὸ πρωί· ἰδοὺ αὐτὸς ἐκπορεύεται ἐπὶ τὸ ὕδωρ, καὶ ἔσῃ συναντῶν αὐτῷ ἐπὶ τὸ χεῖλος τοῦ ποταμοῦ· καὶ τὴν ῥάβδον τὴν ’στ’ στραΦεῖσαν εἰς ὄφιν λήμψῃ ἐν τῇ χειρί σου,