Exodus

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

χεροὺβ ἕνα ἐπὶ τὸ ἄκρον τοῦ ἱλαστηρίου καὶ χεροὺβ ἕνα ἐπὶ τὸ ἄκρον τοῦ ἱλαστηρίου τὸν δεύτερον,

σκιάζοντα ταῖς πτέρυξιν αὐτῶν ἐπὶ τὸ ἱλαστήριον.

Καὶ ἐποίησεν τὴν τράπεζαν τὴν προκειμένην ἐκ χρυσίου καθαροῦ,

καὶ ἐχώνευσεν αὐτῇ τέσσαρες δακτυλίους, δύο ἐπὶ τοῦ κλίτους τοῦ ἑνὸς καὶ δύο ἐπὶ τοῦ κλίτους τοῦ δευτέρου, εὐρεῖς ὥστε αἴρειν τοῖς διωστῆρσιν ἐν αὐτοῖς.

κα τοὺς διωστῆρας τῆς κιβωτοῦ καὶ τῆς τραπέζης ἐποίησεν, καὶ κατε- χρύσωσεν αὐτοὺς χρυσίῳ.

καὶ ἐποίησεν τὰ σκεύη τῆς τραπέζης, τά τε τρύβλια καὶ τὰς θυίσκας καὶ τοὺς κυάθους καὶ τὰ σπόνδια, ἐν οἷς σπείσει ἐν αὐτοῖς, χρυσᾶ.

Καὶ ἐποίησεν τὴν λυχνίαν ἢ φωτίζει χρυσῆν,