Exodus

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ Ἐλιὰβ ὁ τοῦ Ἀχισαμὰκ ἐκ τῆς φυλῆς Δάν, ὃς ἠρχιτεκτόνησεν τὰ ὑφαντὰ καὶ τὰ ῥαφιδευτὰ καὶ ποι· κιλτικά, ὑφᾶναι τῷ κοκκίνῳ καὶ τῇ βύσσῳ.

Καὶ ἐποίησεν Βεσελεὴλ τὴν κιβωτόν,

καὶ κατεχρύσωσεν ἴῳ καθαρῷ ἔσωθεν καὶ ἔξωθεν.

καὶ ἐχώνευσεν αὐτῇ τέσσαρες δακτυλίους χρυσοῦς, δύο ἐπὶ τὸ κλίτος τὸ ἱν καὶ δύο ἐπὶ τὸ κλίτος τὸ δεύτερον,

εὐρεῖς τοῖς διωστῆρσιν ὥστε αἴρειν αὐτὴν ἐν αὐτοῖς.

καὶ ἐποίησεν τὸ ἱλαστήριον ἐπάνωθεν τῆς κιβωτοῦ ἐκ χρυσίου,

καὶ τοὺς δύο χερουβεὶμ χρυσοῦς·