Exodus

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

ὐάκινθον πορφύραν κόκκινον διπλοῦν διανενησμένον, βύσσον κεκλωσμένην, καὶ τρίχας αἰγίας,

καὶ δέρματα κριῶν ἠρυθροδανωμένα καὶ δέρματα ὑακίνθινα, καὶ ξύλα ἄσηπτα,

καὶ λίθους σαρδίου καὶ λίθους εἰς τὴν γλυφὴν εἰς τὴν ἐπωμίδα καὶ τὸν ποδήρη.

καὶ πᾶς σοφὸς τῇ καρδίᾳ ἐν ὑμῖν ἐλθὼν ἐργαζέσθω πάντα ὅσα συνέταξεν κύριος

τὴν σκηνὴν καὶ τὰ παραρύματα καὶ τὰ διατόνια καὶ τοὺς μοχλοὺς καὶ τοὺς στύλους,

καὶ τὴν κιβωτὸν τοῦ μαρτυρίου καὶ τοὺς ἀναφορεῖς αὐτῆς καὶ τὸ ἱλαστήριον αὐτῆς καὶ τὸ καταπέτασμα,

καὶ τὰ ἱστία τῆς αὐλῆς καὶ τοὺς στύλους αὐῆς,

καὶ τοὺς λίθους τῆς σμα- ράγδου,

καὶ τὸ θυμίαμα, καὶ τὸ ἔλαιον τοῦ χρίσματος,

καὶ τὴν τράπεζαν καὶ πάντα τὰ σκεύη αὐτῆς,

καὶ τὴν λυχνίαν τοῦ φωτὸς καὶ πάντα τὰ σκεύη

καὶ τὸ θυσιαστήριον καὶ πάντα τὰ σκεύη αὐτοῦ,

καὶ τὰς στολὰς τὰς ἁγίας Ἀαρὼν τοῦ ἱερέως, καὶ τὰς στολὰς ἐν αἷς λειτουργήσουσιν ἐν αὐταῖς,

καὶ τοὺς χιτῶνας τοῖς υἱοῖς Ἀαρὼν τῆς ἱερατίας, καὶ τὸ ἔλαιον τοῦ χρίσματος, καὶ τὸ θυμίαμα τῆς συνθέσεως.

Καὶ ἐξῆλθεν πᾶσα συναγωγὴ υἱῶν ‘Ισρα- ὴλ ἀπὸ Μωσῆ.