Exodus
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.
καὶ λήμψῃ τό ἀργύριον τῆς εἰσφορᾶς παρὰ τῶν υἱῶν Ἰσραὴλ, καὶ δώσεις αὐτὸ εἰς κάτεργον τῆς σκηνῆς τοῦ μαρτυρίου· καὶ ἔσται τοῖς υἱοῖς Ἰσραὴλ μνημόσυνον ἔναντι κυρίου, καὶ ἐξιλάσασθαι περὶ τῶν ψυχῶν ὑμῶν.
Καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων
Ποίησον λουτῆρα χαλκοῦν καὶ βάσιν αὐτῷ χαλκῆν, ὥστε νίπτεσθαι· καὶ θήσεις αὐτὸν ἀνὰ μέσον τῆς σκηνῆς τοῦ μαρτυρίου καὶ ἀνὰ μέσον τοῦ θυσιαστηρίου, καὶ ἐκχεεῖς εἰς αὐτὸν ὕδωρ·
καὶ νίψεται Ἀαρὼν καὶ οἱ υἱοὶ αὐτοῦ ἐξ αὐτοῦ τὰς χεῖρας καὶ τοὺς πόδας ὕδατι.
ὅταν εἰσπορεύωνται εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου, νίψονται ὕδατι καὶ οὐ μὴ ἀποθάνωσιν· ὅταν προσπορεύωνται πρὸς τὸ θυσιαστήριον λειτουργεῖν καὶ ἀναφέ- ρειν τὰ ὁλοκαυτώματα κυρίῳ,
ωίψονται τὰς χεῖρας καὶ τοὺς πόδας ὅταν εἰσπορεύωνται εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου, νίψονται ἵνα μὴ ἀποθάνωσιν· καὶ ἔσται αὐτοῖς νόμιμον αἰώνιον, αὐτῷ καὶ ταῖς γενεαῖς αὐτοῦ μετ’ αὐτόν.
Καὶ ἐλάλησεν Κύριος πρὸς Μωυσῆν λέγων
Καὶ σὺ λάβε ἡδύσματα, τὸ ἄνθος σμύρνης ἐκλεκτῆς πεντακοσίους σίκλους, καὶ κινναμώμου εὐώδους τὸ ἥμισυ τούτου σν΄, καὶ καλάμου εὐώδους διακοσίους πεντήκοντα,
καὶ ἴρεως πεντακοσίους σίκλους τοῦ ἁγίου, καὶ ἔλαιον ἐξ ἐλαίων εἵν·
καὶ ποιήσεις ἔλαιον χρῖσμα ἅγιον, μύρον μυρεψικὸν τέχνῃ μυρεψοῦ· ἔλαιον ἅγιον ἔσται.
καὶ χρίσεις ἐξ αὐτοῦ τὴν σκηνὴν τοῦ μαρτυρίου, καὶ τὴν κιβωτὸν τοῦ μαρτυρίου,
καὶ τὴν λυχνίαν καὶ πάντα [*](AF 13 δίδραχμον 1°] δίδραχμα Α | κυρίω] pr τὼ F 14 τὴν εισφ.] ] om τὴν 15 ελαττονωσει AF | ημισους F] ἥμισυ B ἥμισυς Α 16 κάτεργον] pr το AF | καὶ 4° B*b] om BavidAF 18 αὐτὸν 1°] ἀυτὴν F 19 ἐξ αὐτοῦ τὰς χ. ἀυτῶν ἐξ αυτου Α ἐξ αὐτοῦ τὰς χ. ἀυτῶν F Ι om ὕδατι A*F (hab 20 εἰσπορεύονται Α Ι ὅταν 2°] pr η AF Ι F Ι κυρίω] pr τὼ Α 21 φονται τὰς χειρασ....μετ αὐτοὺς sup ras Aa? Ι om ὅταν εισπορευωνται....νιφοωται ὕδατι F Ι ινα] καὶ οὐ Aa? Ι om ἀυτῶ Aa? | αὐτοῦ] ἀυτῶν Aa? | μετ’ αὐτὸν] μετ’ αὐτοὺς Aa? 23 τὸ ἄνθος ανθον Α)] om τὸ AF | τούτου σν' καὶ καλάμου ευ|ωδους Ba Ι τούτου] αὐτοῦ F | σν΄] διακοσίους Α + K ν΄ Αamg διακοσίους πεντήκοντα F | καὶ καλ’. ευωδ. δία· κοσιους] k καλ’. ευωδ. σ΄ Aamg | πεντήκοντα] pr καὶ Α 24 ἁγίου] ἀργυρίου F 25 om ἔλαιον 1° Α* ἥσεις αυlτο ἔλαιον in mg et sup ras 9 litt Aa) | F | τέχνης F 27 καὶ τὴν λυχνίαν] pr καὶ πάντα τὰ σκεύη ἀύτης AF)
καὶ τὸ θυσιαστήριον τῶν ὁλοκαυτωμάτων καὶ πάντα αὐτοῦ τὰ σκεύη, καὶ τὴν τράπεζαν καὶ πάντα τὰ σκεύη αὐτῆς, καὶ τὸν λουτῆρα·
καὶ ἁγιάσεις αὐτά, καὶ ἔσται ἅγια τῶν ἁγίων· πᾶς ὁ ἁπτόμ·ενος αὐτῶν ἁγιασθήσεται.
καὶ [*](¶ F) Ἀαρὼν καὶ τοὺς υἱοὺς αὐτοῦ χρίσεις, καὶ ἁγιάσεις αὐτοὺς ἱ μοι.
καὶ τοῖς υἱοῖς Ἰσραὴλ λαλήσεις λέγων Ἔλαιον χρίσεως ἅγιον ἔσται τοῦτο ὑμῖν εἰς τὰς γενεὰς ὑμῶν·
ἐπὶ ἀνθρώπου οὐ χρισθήσεται, καὶ κατὰ τὴν σύνθεσιν ταύτην οὐ ποιηθήσεται ὑμῖν ἑαυτοῖς ὡσαύτως· ἅγιόν ἐστιν, καὶ ἁγίασμα ἔσται ὑμῖν.
ὅς ὄν ποιήσῃ ὡσαύτως, καὶ ὅς ὅν δῷ ἀπ’ αὐτοῦ ἀλλογενεῖ, θήσεται ἐκ τοῦ λαοῦ αὐτοῦ.
Καὶ εἶπεν Κύριος πρὸς Λάβε σεαυτῷ ἡδύσματα, στακτήν, ὄνυχα, χαλβάνην ἡδυσμοῦ καὶ λίβανον διαφανῆ· ἴσον ἴσῳ ἔσται·
καὶ ποιήσουσιν ἐν αὐτῷ θυμίαμα μυρεψικὸν ἔργον μυρεψοῦ μεμιγμένον, καθαρὸν ἔργον ἅγιον.