Exodus

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ δώσω χάριν τῷ λαῷ ἐναντίον τῶν Αἰγυπτίων· ὅταν δὲ ἄποτρέχητε, οὐκ ἀπελεύσεσθε κενοί·

αἰτήσει γυνὴ παρὰ γείτονος καὶ συσκήνου αὐτῆς σκεύη ἀργυρᾶ καὶ χρυσᾶ καὶ ἱματισμόν, καὶ ἐπιθήσετε ἐπὶ τοὺς υἱοὺς ὑμῶν καὶ ἐπὶ τὰς θυγατέρας ὑμῶν· καὶ σκυλεύσατε τοὺς Αἰγυπτίους.

ἀπεκρίθη δὲ Μωυσῆς καὶ εἶπεν Ἐὰν μὴ σῶσίν μοι μηδὲ εἰσακούσωσιν τῆς φωνῆς μου, ἐροῦσιν γὰρ ὅτι οὐκ ὦπταί σοι ὁ θεός, τί ἐρῶ πρὸς αὐτούς;

εἶπεν δὲ αὐτῷ κύριος Τί τοῦτό ἐστιν τὸ ἐν τῇ χειρί σου; ὁ δὲ εἶπεν Ῥάβδος.

καὶ εἶπεν 'Ρίψον αὐτὴν ἐπὶ τὴν γῆν. καὶ ἔρριψεν αὐτὴν ἐπὶ τὴν γῆν, καὶ ἐγένετο ὄφις· καὶ ἔφυγεν Μωυσῆς ἀπ’ αὐτοῦ.

καὶ εἶπεν κύριος πρὸς Μωυσῆν Ἔκτεινον τὴν χεῖρα καὶ ἐπιλαβοῦ τῆς κέρκου· ἐκτείνας οὖν τὴν χεῖρα ἐπελάβετο τῆς κέρκου, καὶ ἐγένετο ῥάβδος ἐν τῇ χεὶρ αὐτοῦ·

ἵνα πιστεύσωσίν σοι ὅτι ὦπταί σοι ὁ θεὸς τῶν πατέρων αὐτῶν, θεὸς Ἀβραὰμ καὶ θεὸς Ἰσαὰκ καὶ θεὸς ’lακώβ.

εἶπεν δὲ αὐτῷ κύριος πάλιν Εἰσένεγκον τὴν χεῖρά σου εἰς τὸν κόλπον σου. καὶ εἰσήνεγκεν τὴν χεῖρα αὐτοῦ εἰς τὸν κόλπον αὐτοῦ· καὶ ἐξήνεγκεν τὴν χεῖρα αὐτοῦ ἐκ τοῦ κόλπου αὐτοῦ, καὶ ἐγενήθη ἡ χεὶρ αὐτοῦ ὡσεὶ χιών.

καὶ εἶπεν πάλιν Εἰσένεγκον τὴν χέρα σου εἰς τὸν κόλπον σου. καὶ εἰσήνεγκεν τὴν χεῖρα εἰς τὸν κόλπον αὐτοῦ· καὶ ἐξήνεγκεν αὐτὴν ἐκ τοῦ κόλπου αὐτοῦ, καὶ πάλιν ἀπεκατέστη εἰς τὴν χρόαν τῆς σαρκὸς αὐτῆς·

ἐὰν δὲ μὴ πιστεύσωσίν σοι μηδὲ εἰσακούσωσιν τῆς φωνῆς τοῦ σημείου τοῦ πρώτου, πιστεύσουσιν σοι τῆς φωνῆς τοῦ σημείου τοῦ ἐσχάτου.

καὶ ἔσται ἐὰν μὴ πιστεύσωσίν σοι τοῖς δυσὶ σημείοις τούτοις μηδὲ εἰσακού- σωσιν τῆς φωνῆς σου, λήμψῃ ἀπὸ τοῦ ὕδατος τοῦ ποταμοῦ καὶ ἐκχεεῖς ἐπὶ τὸ ξηρόν, καὶ ἔσται τὸ ὕδωρ ὃ ἐὰν λάβῃς ἀπὸ τοῦ ποταμοῦ αἷμα [*](20 τὴν χεῖρα] + μου F | πᾶσιν Α 21 τούτω] μου F Ι ἐνάντιον] ἐνῶ AF ἴον F | κενοὶ] καινοὶ Α 22 αἰτήσει] pr ἄλλα F | ἀργύρι’ F | θυγατερας ὑμῶν] τέρας ὑμῶν sup ras Α 1 | σκυλεύσατε] συσκευασεται Α συσκευάσατε F IV 1 ἔαν] + οὑν AF Ι ο θεὸς] pr κύριος Α 2 κύριος] ο θεὸς F | om ἐστιν τὸ F 4 ἔκτεινας οὑν] καὶ ἔκτεινας F 5 om σοι 1 0 Bab Ι ο θεος] pr κύριος AF 6 εἰσένεγκον] εἰσένεγκαι Α εἰσένεγκε F j εἰσήνεγκεν] εἶσε· νεγκεν B a ? b | τὴν χ. αὐτοῦ 2°] ἀυτὴν F | η χ. αυτου] η χ. Μωυσεως Α 7 καὶ εἶπεν· πάλιν B b F | εἰσένεγκον] εἰσένεγκαι Α εἰσένεγκε F | τὴν χεῖρα 2°] + αὐτοῦ Α | ἀυτὴν] τὴν χεῖρα F | ἐκ του κόλπου] εἰς ’τον κόλπον F | απεκατεστη B * A ] ἀποκατέστη B a ? b (απ .κατεστη F) Ι ἀύτης] αὐτοῦ AF 8 εἰσακούσωσιν] ἀκούσωσιν F | ἐσχάτου] δευτέρου F)

110
ἐπὶ τοῦ ξηροῦ.

Εἶπεν δὲ Μωυσῆς πρὸς Τύριον Δέομαι, Κύριε, οὐχ ἱκανός εἰμι πρὸ τῆς ἐχθὲς οὐδὲ πρὸ τῆς τρίτης ἡμέρας οὐδὲ ἀφ’ οὗ ἤρξω λαλεῖν τῷ θεράποντί σου· ἰσχνόφωνος καὶ βραδύγλωσσος ἐγώ εἰμι.

εἶπεν δὲ Κύριος πρὸς Μωυσῆν τίς ἔδωκεν στόμα ἀνθρώπῳ, καὶ τίς ἐποίησεν δύσκωφον καὶ κωφόν, βλέποντα καὶ τυφλόν; οὐκ ἐγὼ ὁ θεός;

καὶ νῦν πορεύου καὶ ἐγὼ ἀνοίξω τὸ στόμα σου, καὶ συμβιβάσω σε ὃ μέλλεις λαλῆσαι.

καὶ εἶπεν Μωυσῆς Δέομαι, Κύριε, προχείρισαι δυνάμενον ἄλλον ὃν ἀποστελεῖς.

καὶ θυμωθεὶς ὀργῇ κύριος ἐπὶ Μωυσῆν εἶπεν οὐκ ἰδοὺ Ἀαρὼν ὁ ἀδελφός σου ὁ Λευείτης ; ἐπίσταμαι ὅτι λαλῶν λαλήσει αὐτός σοι· καὶ ἰδοὺ αὐτὸς ἐξελεύσεται εἰς συνάντησίν σοι, καὶ ἰδών σε χαρήσεται ἐν ἑαυτῷ.

καὶ ἐρεῖς πρὸς αὐτὸν καὶ δώσεις τὰ ῥήματά μου εἰς τὸ στόμα αὐτοῦ· καὶ ἐγὼ ἀνοίξω τὸ στόμα σου καὶ τὸ στόμα αὐτοῦ, καὶ συμβιβάσω ὑμᾶς ἃ ποιήσετε.

εκαὶ αὐτός σοι λαλήσει πρὸς τὸν λαόν, καὶ αὐτὸς ἱστᾶι σου στόμα· σὺ δὲ αὐτῷ ἔσῃ τὰ πρὸς τὸν θεόν.

καὶ τὴν ῥάβδον ταύτην τὴν στραφεῖσαν εἰς ὄφιν λήμψῃ ἐν τῇ χειρί σου, ἐν ᾗ ποιήσεις ἐν οὐτῇ τὰ σημεῖα.

Επορεύθη δὲ Μωυσῆς καὶ ἀπέστρεψεν πρὸς Ἰοθὸρ τὸν γαμβρὸν αὐτοῦ καὶ λέγει πορεύσομαι καὶ ἀποστρέψω πρὸς τοὺς ἀδελφούς μου τοὺς ἐν Αἰγύπτῳ, καὶ ὄψομαι εἰ ἔτι ζῶσιν. καὶ εἶπεν ’1οθὸρ Μωυσῇ Βάδιζε ὑγιαίνων. μετὰ δὲ τὰς ἡμέρας τὰς πολλὰς ἐκείνας ἐτελεύτησεν ὁ βασιλεὺς Αἰγύπτου.