Exodus
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.
ὤφθη δὲ αὐτῷ ἄγγελος Κύρου ἐν πυρὶ φλογὸς ἐκ τοῦ βάτου· καὶ ὁρᾷ ὅτι ὁ βάτος καίεται πυρί, ὁ δὲ βάτος οὐ κατεκαίετο.
εἶπεν δὲ Μωυσῆς Παρελθὼν ὄψομαι τὸ δρᾶμα τὸ μέγα τοῦτο, ὅτι οὐ κατακαίεται ὁ βάτος.
ὡς δὲ ἴδεν κύριος ὅτι προσάγει ἰδεῖν, ἐκάλεσεν αὐτὸν κύριος ἐκ τοῦ βάτου λέγων Μωυσῆ Μωυσῆ. ὁ δὲ εἶπεν Τί ἐστιν ;
ὁ δὲ εἶπεν Μὴ ἐγγίσῃς ὧδε· λῦσαι τὸ ὑπόδημα ἐκ τῶν ποδῶν σου, ὁ γὰρ τόπος ἐν ᾧ σὺ ἕστηκας γῆ ἁγία ἐστίν.
καὶ εἶπεν Ἐγώ εἰμι ὁ θεὸς τοῦ πατρός σου, θεὸς Ἀβραὰμ καὶ θεὸς Ἰσαὰκ καὶ θεὸς Ἰακώβ. ἀπέστρεψεν δὲ Μωυσῆς τὸ πρόσωπον αὐτοῦ. εὐλαβεῖτο γὰρ κατεμβλέψαι ἐνώπιον τοῦ θεοῦ.
εἶπεν δὲ Κύριος πρὸς Μωυσῆν ἰδὼν ἴδον τὴν κάκωσιν τοῦ λαοῦ μου τοῦ ἐν Αἰγύπτῳ, καὶ τῆς κραυγῆς αὐτῶν ἀκήκοα ἀπὸ τῶν ἐργοδιωκτῶν· οἶδα γὰρ τῆ ὀδύνην αὐτῶν,
καὶ κατέβην ἐξελέσθαι αὐτοὺς ἐκ χειρὸς Αἰγυπτίων καὶ ἐξαγαγεῖν αὐτοὺς ἐκ τῆς γῆς ἐκείνης, καὶ εἰσαγαγεῖν αὐτοὺς εἰς γῆν ἀγαθὴν καὶ πολλήν, εἰς γῆν ῥέουσαν γάλα καὶ μέλι, εἰς τὸν τόπον τῶν χαναναίων καὶ Χετταίων καὶ Ἀμορραίων καὶ [*](20 ἴνα τι] + οὕτως B ab AF 21 ἐξέδετο Α | Μωσει Α 22 om AF Μωυσης AF | om ὅτι Α | ἀλλότρια] + τὸ ’δε ὄνομα του δευτέρου ἐκάλεσεν Ελιεζερ ο γὰρ θεὸς του πατρὸς μου βοηθὸς μου· κα ἐρρύσατο με ἐκ χειρὸς Φαραὼ· F 23 κατεστέναζον F 24 Ισακ B 25 ἔπιδεν] ἐπεῖδεν B ab εἴσιδεν Α εἰσεῖδεν F III 1 ηγαγεν] ἦγεν AF 2 om ἀυτῶ F | πυρὶ φληος] ἐν φλογι (φλογει F) πυρὸς AF 3 ὅτι] pr τὶ AF ’δεν F | om αὐτὸν F* (hab F 1 mg) 5 ο ’δε εἶπεν] κα εἶπεν, AF | om Α 6 καὶ ειπεν] + α λεσθαι] pr του F | om καὶ A 6 και ειπεν] + aurw AF | θεὸς 2°] pr ο Α 7 ἔιδον F 8 εξε- αὐτοὺς AF)
καὶ νῦν ἰδοὺ κραυγὴ τῶν υἱῶν Ἰσραὴλ ἥκει πρὸς μέ, κἀγὼ ἑώρακα τὸ θλιμμὸν ὃν οἱ Αἰγύπτιοι θλίβουσιν αὐτούς.
καὶ νῦν δεῦρο ἀποστείλω σε πρὸς Φαραὼ Βασιλέα Αἰγύπτου, καὶ ἐξάξεις τὸν λαόν μου τοὺς υἱοὺς Ισραὴλ ἐκ γῆς Αἰγύπτου.
Καὶ εἶπεν Μωυσῆς πρὸς τὸν θεόν τίς εἰμι ἐγὼ ὅτι πορεύσομαι πρὸς Φαραὼ βασιλέα Αἰγύπτου, καὶ ὅτι ἐξάξω τοὺς υἱοὺς Ἰσραὴλ ἐκ τῆς γῆς Αἰγύπτου;
καὶ εἶπεν ὁ θεὸς Μωυσεῖ ἐγὼν ὅτι ἔσομαι μετὰ σοῦ· καὶ τοῦτό σοι τὸ σημεῖον ὅτι ἐγώ σε ἐξαποστελῶ· ἐν τῷ ἐξαγαγεῖν σε τὸν λαόν μου ἐξ Αἰγύπτου, καὶ λατρεύσατε τῷ θεῷ ἐν τῷ ὄρει τούτω.
καὶ εἶπεν Μωυσῆς πρὸς τὸν θεὸν ἰδοὺ ἐγὼ ἐξελεύσομαι πρὸς τοὺς υἰοὺς Ἰσραὴλ καὶ ἐρῶ πρὸς αὐτούς Ὁ θεὸς τῶν πατέρων ἡμῶν ἀπέσταλκέν με πρὸς ὑμᾶς ἐρωτήσουσίν με Τί ὄνομα αὐτῷ; τί ἐμ πρὸς αὐτούς;
καὶ εἶπεν ὁ θεὸς πρὸς Μωυσῆν λέγων Ἐγώ εἰμι ὁ ὤν· καὶ εἶπεν Οὕτως ἐρεῖς τοῖς υἱοῖς Ἰσραήλ Ὁ ὢν ἀπέσταλκέν με πρὸς ὑμᾶς.
καὶ εἶπεν ὁ θεὸς πάλιν πρὸς Μωυσῆν οὕτως ἐρεῖς τοῖς υἱοῖς Ἰσραήλ κύριος ὁ θεὸς τῶν πατέρων ὑμῶν, θεὸς Ἀβραὰμ καὶ θεὸς Ἰσαὰκ καὶ θεὸς Ἰακώβ, ἀπέσταλκέν με πρὸς ὑμᾶς· τοῦτό μού ἐστιν ὄνομα αἰώνιον καὶ μνη- μόσυνον γενεῶν γενεαῖς.
ἐλθὼν οὖν συνάγαγε τὴν γερουσίαν τῶν υἱῶν Ἰσραὴλ καὶ ἐρεῖς πρὸς αὐτούς κύριος ὁ θεὸς τῶν πατέρων ὑμῶν ὦπταί μοι, θεὸς Ἀβραὰμ καὶ θεὸς Ἰσαὰκ καὶ θεὸς Ἰακώβ, λέγων Ἐπισκοπῇ ἐπέσκεμμαι ὑμᾶς καὶ ὅσα συμβέβηκεν ὑμῖν ἐν Αἰγύπτῳ
καὶ εἶπεν Ἀναβιβάσω ὑμᾶς ἐκ τῆς κακώσεως τῶν Αἰγυπτίων εἴς τὴν γῆν τῶν Χαναναίων καὶ Χετταίων καὶ Ἀμορραίων καὶ Φερεζαίων καὶ Γεργεσαίων κα Εὑαίων καὶ Ἰεβουσαίων, εἰς γῆν ῥέουσαν γάλα καὶ μέλι.