Exodus
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.
Ἐγένετο δὲ ἐν ταῖς ἡμέραις ταῖς πολλαῖς ἐκείναις μέγας γενόμενος Μωυσῆς ἐξῆλθεν πρὸς τοὺς ἀδελφοὺς αὐτοῦ τοὺς υἱοὺς Ισραήλ. κατανοήσας δὲ τὸν πόνον αὐτῶν ὁρᾷ ἄνθρωπον Αἰγύπτιον τύπτοντα τινα Ἑβραῖον τῶν ἑαυτοῦ ἀδελφῶν τῶν υἱῶν Ἰσραήλ.
πε- αὐτὸν ἐν τῇ ἄμμῳ.
ἐξελθὼν δὲ τῇ ἡμέρᾳ τῇ ᾇ ὁρᾷ δύο ἄνδρας Ἐβραίους διαπληκτιζομένους, καὶ λέγει τῷ Διὰ τί σὺ τύπτεις τὸν πλησίον ;
ὁ δὲ εἶπεν τίς σε κατέστησεν ἄρχοντα καὶ δικαστὴν ἐφ’ ἡμῶν ; μὴ ἀνελεῖν με σὺ θέλεις ὃν τρόπον ἀνεῖλες ἐχθὲς τὸν Αἰγύπτιον ; ἐφοβήθη δὲ Μωυσῆς καὶ εἰπεν Εἰ οὕτως ἐμφανὲς γέγονεν τὸ ῥῆμα τοῦτο,.
ἤκουσεν δὲ Φαραὼ τὸ ῥῆμα τοῦτο, καὶ ἐζήτει ἀνελεῖν Μωυσῆν· ἀνεχώρησεν δὲ Μωυσῆς ἀπὸ προσώπου Φαραὼ καὶ ᾤκησεν ἐν γῇ Μαδιάμ· ἐλθὼν δὲ εἰς γῆν Μαδιὰμ ἐκάθισεν ἐπὶ τοῦ φρέατος.
τῷ δὲ ἱερεῖ Μαδιὰμ ἦσαν ἔπτα θυγατέρες, ποιμαίνουσαι τὰ πρόβατα τοῦ πατρὸς αὐτῶν Ἰοθόρ· π,ρόβατα τοῦ πατρὸς αὐτῶν Ἰοθόρ.
παραγενόμενοι δὲ οἱ ποιμένες ἐξέβαλλον αὐτάς· ἀναστὰς δὲ Μωυσῆς ἐρρύσατο αὐτάς, καὶ ἤντλησεν αὐταῖς καὶ ἐπότισεν τὰ πρόβατα αὐτῶν.
παρεγένοντο δὲ πρὸς Ῥαγουὴλ ’τον πατέρα αὐτῶν· ὁ δὲ εἶπεν αὐταῖς Διὰ τί ἐταχύνατε τ,ου παραγενέσθαι σήμερον ;
αἱ δὲ εἶπαν Ἄνθρωπος Αἰγύπτιος ἐρρύσατο ἧμας ἀπὸ τῶν ποιμένων, καὶ ἤντλησεν ἡμῖν καὶ ἐπότισεν τὰ πρόβατα ἡμῶν.
ὁ δὲ εἶπεν ταῖς θυγατράσιν αὐτοῦ Καὶ ποῦ [*](AF 8 η ’δε εἶπεν] + ἀυτὴ Α εἶπεν ’δε ἀυτὴ F 10 Μωυσην] Μωυση AF αὐτὸν ανειλομην (ανιλ. B* ανειλ. B a?b)] ἀνειλόμην αυτον Α ανειλαμ AF8η δε ειπεν] + αυτη Α απεν δε αυτη F 10 Mωυσην] Μωυση AF | αυτον ανειλομην (ανιλ. B* ανειλ. Βatb)] τῶν ἑαυτοῦ αδ.] τῶν ἅδ’. αὐτοῦ AF 13 Εβραι ras A 1?a? | om σὺ AF 14 και 1°] η F | μη] η AF | εχθες Αἶγ’·] ’τον Αἶγ’. χθὲς Α ’τον Αἶγ’. ἔχθες F 15 ωκη- AF 16 του π. ἀυτῶν Ιοθορ 1° | Ιοθορ του π. ἀυτῶν ποτιστρας F 1 mg | του π. ἀυτῶν Ιοθορ 2°] om Ιοθορ Α* (hab 17 ἐξέβαλον AF | om καὶ ηντλησεναυταις AF 18 Ραγουηλ] Ιοθορ Α | δία τι] τι ὅτι AF 19 αἰ ’δε] pr ras B (respond in mg ras) | AF | ἄνθρωπος] + ἄνθρωπος F | om ἤμων AF 20 om καὶ 1° AF)
κατῳκίσθη δὲ Μωυσῆς παρὰ τῷ ἀνθρώπῳ· καὶ ἐξέδοτο Σεπφώραν τὴν θυγατέρα αὐτοῦ Μωυσῇ γυναῖκα.
ἐν γαστρὶ δὲ λαβοῦσα ἢ γυνὴ ἔτεκεν υἱόν· καὶ ἐπωνόμασεν Μωυσῆς τὸ ὄνομα αὐτοῦ Γηρσάμ, λέγων ὅτι πάροικός εἰμι ἐν γῇ ἀλλοτρίᾳ.
Μετὰ δὲ τὰς ἡμέρας τὰς πολλὰς ἐκείνας ἐτελεύτησεν ὁ Αἰγύπτου. καὶ κατεστέναξαν οἱ υἱοὶ Ἰσραὴλ ἀπὸ τῶν ἔργων καὶ ἀνεβόησαν, καὶ ἀνέβη ἡ βοὴ αὐτῶν πρὸς τὸν θεὸν ἀπὸ τῶν ἔργων·
καὶ εἰσήκουσεν ὁ θεὸς τὸν στεναγμὸν αὐτῶν, καὶ ἐμνήσθη ὁ θεὸς τῆς διαθήκης αὐτοῦ τῆς πρὸς Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ·
καὶ ἔπιδεν ὁ θεὸς τοὺς υἱοὺς Ἰσραήλ, καὶ ἐγνώσθη αὐτοῖς.
Καὶ Μωυσῆς ἦν ποιμαίνων τὰ πρόβατα Ἰοθὸρ τοῦ γαμβροῦ αὐτοῦ τοῦ ἱερέως Μαδιάμ, καὶ ἤγαγεν τὰ πρόβατα ὑπὸ τὴν ἔρημον καὶ ἦλθεν εἰς τὸ ὄρος Χωπήβ.