Exodus
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.
καὶ οἱ στύλοι αὐτῶν εἴκοσι, καὶ αἱ βάσεις αὐτῶν εἴκοσι χαλκαῖ, καὶ οἱ κρίκοι αὐτῶν καὶ αἱ ψαλίδες ἀργυραῖ.
οὕτως τῷ πρὸς ἀπηλιώτην ἱστία ἑκατὸν πηχῶν μῆκος· καὶ οἱ στύλοι αὐτῶν εἴκοσι, καὶ αἱ βάσεις αὐτῶν εἴκοσι χαλκαῖ, καὶ οἱ κρίκοι καὶ αἱ ψαλίδες τῶν στύλων καὶ αἱ βάσεις αὐτῶν περιηργυρωμέναι ἀργύρῳ.
τὸ δὲ εὖρος τῆς αὐλῆς κατὰ θάλασσαν ἱστία πεντήκοντα πηχῶν· στύλοι αὐτῶν δέκα, καὶ αἱ βάσεις αὐτῶν δέκα.
καὶ εὖρος τῆς αὐλῆς τὸ πρὸς νότον ἱστία ν΄ πήχεων· στύλοι αὐτῶν δέκα, καὶ αἱ βάσεις αὐτῶν δέκα.
καὶ πέντε καὶ δέκα πήχεων τὸ ὕψος τῶν ἱστίων τῷ κλίτει τῷ ἑνί· στύλοι αὐτῶν τρεῖς, καὶ αἱ βάσεις αὐτῶν τρεῖς.
καὶ τὸ κλίτος τὸ δεύτερον, δέκα πέντε πηχῶν τῶν ἱστίων τὸ ὔψος· στύλοι αὐτῶν τρεῖς, καὶ αἱ βάσεις αὐτῶν τρεῖς.
καὶ τῇ πύλῃ τῆς αὐλῆς κάλυμμα, εἴκοσι πηχῶν τὸ ὔψος, ἐξ ὑακίνθου καὶ πορφύρας καὶ κοκκίνου κεκλωσμένου καὶ βύσσου κεκλωσμένης τῇ ποικιλίᾳ τοῦ ῥαφιδευτοῦ· στύλοι αὐτῶν τέσσαρες, καὶ αἱ βάσεις αὐτῶν τέσσαρες.
πάντες οἱ στύλοι τῆς αὐλῆς κύκλῳ κατηργυρωμένοι ἀργυρίῳ, καὶ αἱ κεφαλίδες αὐτῶν ἀργυραἱ, καὶ αἱ βάσεις αὐτῶν χαλκαῖ.
τὸ δὲ μῆκος τῆς αὐλῆς ἑκατὸν ἐφ᾿ ἑκατόν, καὶ εὖρος πεντήκοντα ἐπὶ πεντήκοντα, καὶ ὔψος πέντε πηχῶν ἐκ βύσσου κεκλωσμένης, καὶ βάσεις αὐτῶν χαλκαἱ.
καὶ πᾶσα ἡ κατασκευὴ καὶ πάντα τὰ ἐργαλεῖα καὶ οἱ πάσσαλοι τῆς αὐλῆς χαλκοῖ.
Καὶ σὺ σύνταξον τοῖς υἱοῖς Ἰσραήλ, [*](.AF 6 τω θυσ. φορεις (αναφορεις Bab) B] φορεις τω θυσ. AF 7 φορεις (bis)] αναφορεις Bab | πλευρα] pr τα δυο AF 8 αυτο 1°] αυτω F* | om αυτο 2° AF 9 λιβα BA? (sup ras 5 vel 6 litt)] νοτον F | της αυλης] + εκ βυσσου κεκλωσμενης AF | om μηκος F* (hab F1 mg) | πηχεων AF 10 οι στυλοι] om οι AF | αι βασεις] om αι AF | αι ψαλιδες] + αυτων F 11 τω προς απηλιωτην] τω κλιτει τω προς βορραν AF | πηχεων AF | om εικοσι και αι βασεις αυτων A* (hab A a mg) | χαλκαι] α 2° sup ras A a? | οι κρικοι]+ αυτων AF | αι βασεις αυτων] om αι Α om αυτων AF | αργυριω AF 12 κατα Θαλασσαν] pr το B ab AF | πηχεων AF | αι βασεις] om αι Α 13 om B* (hah B ab mg inf) | νοτον] ανατολας AF | ιστια sup ras A a? om F | ν΄] πεντηκοντα AF | αι βασεις] om αι AF 14 των ιστιων το υψος AF | αι βασεις] om αι Α 15 πεντε και δεκα AF | αι βασεις] om αι AF 16 καλυμμα] κατακαλυμμα F | πηχεων AF | αι βασεις] om αι AF 17 αργυριω] αργυραι A 18 πηχεων A | βασεις] pr αι AF 19 κατασκευη] αποσκευη A | εργαλεια] αργαλια B)
ἐν τῆ σκηνὴ τοῦ μαρτυρίου, ἔξωθεν τοῦ καταπετάσματος τοῦ ἐπὶ τῆς διαθήκης· καύσει οὐτὸ Ἀαρὼν καὶ οἱ υἱοὶ αὐτοῦ ὄφ’ ἑσπέρας ἕως πρῴ ἐναντίον Κυρίου· νόμιμον αἰώνιον εἰς τὰς γενεὰς ὑμῶν παρὰ τῶν Ἰσραήλ.
Καὶ σὺ προσαγάγου πρὸς σεαυτὸν τόν τε Ἀαρὼν τὸν ἀδελφόν σου καἰ τοὺς υἱοὺς αὐτοῦ ἐκ τῶν υἱῶν Ἰσραὴλ ἱερατεύειν μοι, Ἀαρών, κοὶ Ναδὰβ καὶ Ἀβιοὺδ καὶ Ἐλεαζὰρ καὶ Ἰθαμὰρ υἱοὺς Ἀαρών
καὶ ποιήσεις στολὴν ἁγίαν Ἀαρὼν τῷ ἀδελφῷ σου εἰς τιμὴν κοὶ δόξαν.
καὶ σὺ λάλησον πᾶσι τοῖς σοφᾶς τῆ διανοία̣, οὓς ἐνέπλησα πνεύματος αἰσθήσεως, καὶ ποιήσουσιν τήν στολὴν τὴν ἁγίαν Ἀαρὼν εἰς τό ἄτον, ἐν ᾖ ἱερατεύσει μοι.
καὶ αὗται αἱ ατολαὶ ἃς ποιήσουσιν· τὸ περιστήθιον καὶ τὴν ἐπωμίδα κοὶ τὸν ποδήρη χιτῶνα κοσυμβωτὸν κοὶ κίδαριν κοὶ ζώνην. καὶ ποιήσουσιν στολὰς ἡ ίας Ἀαρὼν καὶ τοῖς υἱοῖς αὐτοῦ εἰς τὸ ἱερατεύειν μοι.
καὶ αὐτοὶ λήμψονται τὸ χρυσίον καὶ τὸν ὑόκινθον καὶ τὴν πορφύραν καὶ τὸ κόκκινον καὶ τὴν βύσσον.
Καὶ ποιήσου- σιν τὴν ἐπωμίδα ἐκ βύσσου κεκλωσμένης, ἔργον ὑφάντου ποικιλτοῦ·
δύο ἐπωμίδες συνέχουσαι ἔσονται αὐτῷ ἑτέρα τὴν ἑτέραν, ἐπὶ τοῖς δυσὶ μέρεσιν ἐξηρτισμένοι·
καὶ τὸ ὕφασμα τῶν ἐπωμίδων, ὅ ἐπ’ αὐτῶ, κατὰ τὴν ποίησιν ἐξ αὐτοῦ ἔσται ἐκ χπυσί καὶ πορφύρας καὶ κοκκίνου διανενησμ