Exodus

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

Καὶ ποιήσεις θυσιαστήριον ἐκ ξύλων ἀσήπτων, πέντε πήχεων τὸ μῆκος, καὶ πέντε πήχεων τὸ εὖρος· τετράγωνον ἔσται τὸ θυσιαστήριον, καὶ τριῶν πήχεων τὸ ὕψος αὐτοῦ.

καὶ ποιήσεις τὰ κέρατα ἐπὶ τῶν τεσσάρων γωνιῶν· ἐξ αὐτοῦ ἔσται τὰ κέρατα, καὶ καλύψεις αὐτὰ χαλκῷ.

καὶ ποιήσεις στεφάνην τῷ θυσιαστηρίῳ, καὶ τὸν καλυπτῆρα αὐτοῦ καὶ τὰς φιάλας αὐτοῦ καὶ τὰς κρεάγρας αὐτοῦ καὶ τὸ πυρεῖον αὐτοῦ· καὶ πάντα τὰ σκεύη αὐτοῦ ποιήσεις χαλκᾶ.

καὶ ποιήσεις αὐτῷ δικτυωτῷ χαλκῆν· καὶ ποιήσεις τῇ ἐσχάρᾳ τέσσαρες χαλκοῦς ὑπὸ τὰ τέσσερα κλίτη.

καὶ ὑποθήσεις αὐτοὺς ὑπὸ τὴν ’ρᾶν τοῦ θυσιαστηρίου κάτωθεν· ἔσται δὲ ἡ ἐσχάρα ἕως τοῦ ἡμίσους τοῦ [*](30 ἀναστήσεις BF1vid (ανασεις F*)] αναστησης Α Ι δεδειγμένον (δεδιγμ. Α) BA] διατεταγμένον F 31 ὑφαντὸν B*AF] ὑφάντου Βa(vid)b Ι χερουβειν Α 32 στύλων] σ in mg τ sup ras Α1 33 τῶν στύλων] τοὺς στύλους Ba?bAF Ι ἐσώτερον] ἔσωθεν F | τὴν κιβωτὸν] om τὴν F* (hah F1mg) | διοριεῖ BabAF] διοριεῖς B* 34 καταπετάσματι] κατακαλυμματι F Ι ἐν τὼ αγιω] om ἐν F* (superscr F1mg) 35 ἐπιθήσεις] θήσεις BabAF 36 ἐπίσπαστρον] + τῆ θύρα τῆς σκήνης Babmg 37 αὐτοῖς Ba?AF ἀυταῖς B*) XXVII 1 τὸ μῆκος] om τὸ AF Ι τὸ εὖρος] om τὸ AF 3 om καὶ 6° AF | om αὐτοῦ 5° Α 4 τέσσαρας BabAF | ὕπο] ἔπι A ἔπει) F 5 τὴν ἐσχάραν] τῆ ἐσχάρα F Ι του ἡμίσους Bab του ἥμισυς Β*) F] ἥμισυς Α)

158
[*](B)θυσιαστηρίου.

καὶ ποιήσεις τῷ θυσιαστηρίῳ φορεῖς ἐκ ξύλων ἀσήπτων, καὶ περιχαλκώσεις αὐτοὺς χαλκῷ.

καὶ εἰσάξεις τοὺς φορεῖς εἰς τοὺς δακτυλίους· καὶ ἔστωσαν οἱ φορεῖς κατὰ πλευρὰ τοῦ θυσιαστηρίου ἐν τῷ αἴρειν αὐτό.

κοιλον σανιδωτὸν ποιήσεις αὐτό· κατὰ τὸ παραδειχθέν σοι ἐν τῷ ὄρει, οὕτως ποιήσεις αὐτό.

Καὶ ποιήσεις αὐλὴν τῇ σκηνῇ· εἰς τὸ κλίτος τὸ πρὸς λίβα ἱστία τῇς αὐλῆς, μῆκος ἑκατὸν πηχῶν τῷ ἑνὶ κλίτει·

καὶ οἱ στύλοι αὐτῶν εἴκοσι, καὶ αἱ βάσεις αὐτῶν εἴκοσι χαλκαῖ, καὶ οἱ κρίκοι αὐτῶν καὶ αἱ ψαλίδες ἀργυραῖ.

οὕτως τῷ πρὸς ἀπηλιώτην ἱστία ἑκατὸν πηχῶν μῆκος· καὶ οἱ στύλοι αὐτῶν εἴκοσι, καὶ αἱ βάσεις αὐτῶν εἴκοσι χαλκαῖ, καὶ οἱ κρίκοι καὶ αἱ ψαλίδες τῶν στύλων καὶ αἱ βάσεις αὐτῶν περιηργυρωμέναι ἀργύρῳ.

τὸ δὲ εὖρος τῆς αὐλῆς κατὰ θάλασσαν ἱστία πεντήκοντα πηχῶν· στύλοι αὐτῶν δέκα, καὶ αἱ βάσεις αὐτῶν δέκα.

καὶ εὖρος τῆς αὐλῆς τὸ πρὸς νότον ἱστία ν΄ πήχεων· στύλοι αὐτῶν δέκα, καὶ αἱ βάσεις αὐτῶν δέκα.

καὶ πέντε καὶ δέκα πήχεων τὸ ὕψος τῶν ἱστίων τῷ κλίτει τῷ ἑνί· στύλοι αὐτῶν τρεῖς, καὶ αἱ βάσεις αὐτῶν τρεῖς.

καὶ τὸ κλίτος τὸ δεύτερον, δέκα πέντε πηχῶν τῶν ἱστίων τὸ ὔψος· στύλοι αὐτῶν τρεῖς, καὶ αἱ βάσεις αὐτῶν τρεῖς.

καὶ τῇ πύλῃ τῆς αὐλῆς κάλυμμα, εἴκοσι πηχῶν τὸ ὔψος, ἐξ ὑακίνθου καὶ πορφύρας καὶ κοκκίνου κεκλωσμένου καὶ βύσσου κεκλωσμένης τῇ ποικιλίᾳ τοῦ ῥαφιδευτοῦ· στύλοι αὐτῶν τέσσαρες, καὶ αἱ βάσεις αὐτῶν τέσσαρες.

πάντες οἱ στύλοι τῆς αὐλῆς κύκλῳ κατηργυρωμένοι ἀργυρίῳ, καὶ αἱ κεφαλίδες αὐτῶν ἀργυραἱ, καὶ αἱ βάσεις αὐτῶν χαλκαῖ.