Exodus
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.
Ὄταν γὰρ ἐκβάλω ἔθνη ἀπὸ προσώπου σου καὶ ἐμπλατύνω τὰ ὅριά σου, οὐ θύσεις ἐπὶ ζύμῃ [*](2 εκκλεισαι] ἐκκλίναι Α (εκλειναι) F 4 συναντήσῃς] συναντήσεις F Ι AF om αὐτοῦ F | πλανώμενοι Α* ς superscr μ’ 5 aynareis] συνεγερεῖς BabF ἐγερεῖς Α 7 om ῥήματος F Ι om ἕνεκεν δώρων F 9 θλίψετε] pr κακώσετε οὐδὲ μὴ Α 10 συνάξεις BAa] εἰσάξεις A*F 11 εβδομω] + ἔτει Α Ι ἀνέσεις Β* ἀνήσεις BahAF) | υπολιπομενα B* (φπολειπ. BabAF) Ι ἄγρια θηρία] θ. τὰ ἄγρια AF | ’τον ἐλαιῶνα (ελαιωμα F) BF] om ’τον Α 12 αναπαυσις] ανα- παυση AF Ι ἀναπαύσηται 2 °] αναψυξη ΒabAF | τῆς παιδ’. σου] om σου F* (hab F1) 13 εἴρηκα] λελάληκα AF Ι φυλάξεσθε Α 14 εορτασεται Α ἑορτάσετε F 15 φυλάξεσθε AF | om ποιεῖν AF 16 θερισμοῦ] pr του AF | ἐξόδου] ἐξόδω AF 17 om σου 1° Α 18 om ὅταν γὰρ... τὰ ὀρία σου F Ι ἔθνη] pr τὰ Α Ι θύσεις] θυμιάσεις Α* θήσεις Αa? θυσιασεις F)
τὰς ἀπαρχὰς τῶν πρωτογενημάτων σου εἰσοίσεις εἰς τὸν οἶκον κυρίου τοῦ θεοῦ σου. οὐχ ἑψήσεις ἄρνα ἐν γάλακτι μητρὸς αὐτοῦ.
Καὶ ἰδοὺ ἐγὼ ἀποστέλλω τὸν ἄλλελόν μου πρὸ προσώπου σου ἵνα φυλάξῃ σε ἐν τῆ ὁδῷ, ὅπως εἰσαγάγῃ σε εἰς τὴν γῆν ἢν ἡτοίμασά σοι.
πρόσεχε σεαυτῷ καὶ εἰσάκουε αὐτοῦ καὶ μὴ ἀπείθει αὐτῷ, οὐ γὰρ μὴ ὑποστείληταί σε· τὸ γὰρ ὄνομά μού ἐστιν ἐπ’ αὐτῷ.
ἐὰν ἀκοῇ ἀκούσητε τῆς ἐμῆς φωνῆς, καὶ ποιήσῃς πάντα ὅσα ἄν ἑ λωμαί σοι, καὶ φυλάξητε τὴν διαθήκην μου, ἔσεσθέ μοι λαὸς ούσιος ἀπὸ πάντων τῶν ἐθνῶν· ἐμὴ γάρ ἐστιν πᾶσα ἡ γῆ, ὑμεῖς δὲ ἔσεσθέ μοι βασίλειον ἱεράτευμα καὶ ἔθνος ἅγιον. ταῦτα τὰ ῥήματα ἐρεῖς τοῖς υἱοῖς Ἰσραήλ Ἐὰν ἀκοῇ ἀκούσητε τῆς φωνῆς μου, καὶ ποιήσητε πάντα ὅσα ἄν εἴπω σοι, ἐχθρεύσω τοῖς ἐχθροῖς σου καὶ ἀντικείσομαι τοῖς ἀντικειμένοις σοι.
πορεύσεται γὰρ ὁ ἅγγελός μου ἡγούμενος ὑμῶν, καὶ εἰσάξει σε πρὸς τὸν Ἀμορραῖον καὶ Χετταῖον καὶ καὶ Χαναναῖον καὶ Γεργεσαῖον καὶ Εὑαῖον καὶ ἰεβουσαῖον, καὶ ἑ αὐτούς.
οὐ προσκυνήσεις τοῖς θεοῖς αὐτῶν, οὐδὲ μὴ λατρεύσῃς αὐτοῖς· οὐ ποιήσεις κατὰ τὰ ἔργα αὐτῶν, ἀλλὰ καθαιρέσει καθελεῖς καὶ συντρίβων συντρίψεις τὰς στήλας αὐτῶν.
καὶ λατρεύσεις Κυρίῳ τῷ θεῷ σου, καὶ εὐλογήσω τὸν ἄρτον σου καὶ τὸν οἶνόν σευ καὶ τὸ ὕδωρ σου, καὶ ἀποστρέψω μαλακίαν ἀφ’ ὑμῶν.
οὐκ ἔσται ἄγονος οὐδὲ στεῖρα ἐπὶ τῆς γῆς σου· τὸν ἀριθμὸν τῶν ἡμερῶν σου ἀναπληρώσω.
καὶ τὸν φόβον ἀποστελῶ ἡγούμενόν σου, καὶ ἐκστήσω πάντα τὰ ἔθνη εἰς οὓς σὺ εἰσπορεύῃ εἰς αὐτούς, καὶ δώσω πάντας τοὺς ὑπεναντίους σου φυγάδας.
καὶ ἀποστελῶ τὰς σΦη- κίας προτέρας σου, καὶ ἐκβαλεῖς τοὺς Ἀμορραίους καὶ Εὑαίους καὶ χαναναίους καὶ τοὺς Χετταίους ἀπὸ σοῦ.
οὐκ ἐκβαλῶ αὐτοὺς ἐν ἐνιαυτῷ ἑνί, ἵνα μὴ γένηται ἢ γῆ ἔρημος καὶ πολλὰ γένηται ἐπὶ σὲ τὰ θηρία τῆς γῆς·
κατὰ μικρὸν ἐκβαλῶ αὐτοὺς ἀπὸ σοῦ, ἕως ἄν καὶ κληρονομήσῃς τὴν γῆν.
καὶ θήσω τὰ ὅριά σου ἀπὸ [*](AF 18 θυμιάματος BAa?] θυσιάσματος A*F Ι οὐδὲ] οὐδ’ οὐ F Ι om μου 2° F* (hab F1(mg)) 19 πρωτογεν.] + τῆς γῆς BabAF 21 om καὶ 2° AF 22 om ἀκοὴ ἀκούσητε 1°...εαν 2° F Ι ἀκούσητε 1°] ἀκούση Α | ὅσα ἀν’ εντειλωμαι] ὅσα ἐντέλλομαι Α | εμη] εμου Α | ἐστιν] ἐστε sup ras Aa | ἀκοὴ ἀκούσητε 2°] ἀκούσης AF | ποιήσητε] ποιήσης AF 23 ὑμῶν] σου BbAF 24 αλλα] +και Α 25 κ ’τον οἶνον σου Α1?a?m 28 ἐκβαλεῖς] ἐκβάλω Α ἐκβάλει F Ι Ευαιους] pr τοὺς AF | Χαναναιους] pr τοὺς AF 29 rescr οὐκ ἐκβάλοι αὐτοὺς Ab 30 κάτα μικρὸν] + μικρὸν AF)
οὐ σὺν καταθήσῃ αὐτοῖς καὶ τοῖς θεοῖς αὐτῶν διαθήκην·
καὶ οὐκ ἐν καθήσονται ἐν τῇ γῇ σου, ἵνα μὴ ἁμαρτεῖν σε ποιήσωσιν πρὸς μέ· ἐὰν γὰρ δουλεύσῃς τοῖς θεοῖς αὐτῶν, οὗτοι ἔσονταί σοι πρόσ- κομμα.