Exodus
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.
Καὶ Μωυσῇ εἶπεν Ἀνάβηθι πρὸς τὸν κύριον σὺ καὶ Ἀαρὼν καὶ Ναδὰβ καὶ Ἀβιοὺδ καὶ ἑβδομήκοντα τῶν πρεσβυτέρων Ἰσραήλ, καὶ προσκυνήσουσιν μακρόθεν τῷ κυρίῳ.
καὶ ἐγγιεῖ Μωσῆς μόνος πρὸς τὸν θεόν, αὐτοὶ δὲ οὐκ ἐγγιοῦσιν· ὁ δὲ λαὸς οὐ συναναβήσεται μετ’ αὐτῶν.
εἰσῆλθεν δὲ Μωυσῆς καὶ διηγήσατο τῷ λαῷ πάντα τὰ ῥήματα τοῦ θεοῦ καὶ τὰ δικαιώματα· ἀπεκρίθη δὲ πᾶς ὁ λαὸς φωνῇ μιᾷ λέγοντες Πάντας τοὺς λόγους οὓς ἐλάλησεν κύριος ποιήσομεν καὶ ἀκουσόμεθα.
καὶ ἕγραψεν Μωυσῆς πάντα τὰ ῥήματα κυρίου. ὀρθρίσας δὲ Μωυσῆς τὸ πρωὶ ᾠκοδόμησεν θυσιαστήριον ὑπὸ τὸ ὄρος καὶ δώδεκα λίθους εἰς τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ·
καὶ ἐξαπέ- στειλεν τοὺς νεανίσκους τῶν υἱῶν Ἰσραήλ, καὶ ἀνήνεγκαν ὁλοκαυ- τώματα, καὶ ἔθυσαν θυσίαν σωτηρίου τῷ θεῷ μοσχάρια.
λαβὼν δὲ Μωυσῆς τὸ ἥμισυ τοῦ αἵματος ἐνέχεεν εἰς κρατῆρας· τὸ δὲ ἥμισυ τοῦ αἵματος προσέχεεν πρὸς τὸ θυσιαστήριον.
καὶ λαβὼν τὸ βιβλίον τῆς διαθήκης ἀνέγνω εἰς τὰ ὦτα τοῦ λαοῦ, καὶ εἶπαν Πάντα ὅσα ἐλάλησεν κύριος ποιήσομεν καὶ ἀκουσόμεθα.
λαβὼν δὲ Μωυσῆς τὸ αἷμα κατεσκέδασεν τοῦ λαοῦ καὶ εἶπεν Ἴδου τὸ αἷμα τῆς δια- θήκης ἧς διέθετο κύριος πρὸς ὑμᾶς περὶ πάντων τῶν λόγων τούτων.
καὶ ἀνέβη Μωυσῆς καὶ Ἀαρὼν καὶ Ναδὰβ καὶ Ἀβιοὺδ καὶ ἑβδομή- κοντα τῆς γερουσίας Ἰσραήλ,
καὶ εἶδον τὸν τόπον οὗ ἱστήκει ὁ θεὸς τοῦ Ἰσραήλ· καὶ τὰ ὑπὸ τοὺς πόδας αὐτοῦ ὡσεὶ ἔργον πλίνθου σαπφείρου, καὶ ὥσπερ εἶδος στερεώματος τοῦ οὐρανοῦ τῇ καθαριότητι.
καὶ τῶν ἐπιλέκτων τοῦ Ἰσραὴλ οὐ διεφώνησεν οὐδὲ εἷς· καὶ ὤφθησαν ἐν τῷ τόπῳ τοῦ θεοῦ, καὶ ἔφαγον καὶ ἔπιον.
Καὶ εἶπεν κύριος πρὸς Μωυσῆν Ἀνάβηθι πρὸς μὲ εἰς τὸ ὄρος καὶ ἴσθι ἐκεῖ· καὶ δώσω [*](31 om θαλάσσης ἕως τῆς Α* (hab Aa) | μεγάλου ποταμοῦ] ποτ’. του μεγάλου ΑF AF Ι εἰς τὰς χειρασ] om τὰς Α XXIV 1 ’τον κύριον] om ’τον ΑF Ι Ναδαβ] Δα|δαβ F 2 Mωυσης AF 4 ορθισας. (sic) ’δε M. τὸ πρώι sup ras Aa (om τὸ πρώι A*vid) 5 ἀνήνεγκεν Α Ι ἔθυσεν Avid Ι θεω] κυρίω F 6 κρατῆρα AF 7 ἀκουσόμεθα καὶ ποιήσομεν F 9 τῆς γερουσίας] τῶν πρεσβυτέρων AF 10 ἴδον Α Ι εἰστήκει BabF | ο θεὸς] pr ἔκει AF Ι σαπφείρου] σάπφειρος Α σα.πειρον F)
Καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων
Εἰπὸν τοῖς υἱοῖς Ισραήλ, καὶ λάβετε ἀπαρχὰς παρὰ πάντων οἷς ἆν δόξῃ τῇ καρδία· καὶ λήμψεσθε τὰς ἀπαρχάς μου.
καὶ αὕτη ἐστὶν ἡ ἀπαρχὴ ἣν λήμψεσθε παρ’ αὐτῶν· χρυσίον καὶ ἀργύριον καὶ χαλκόν,
καὶ ὑάκινθον καὶ πορφύραν καὶ κόκκινον διπλοῦν καὶ βύσσον κεκλω- , καὶ τρίχας αἰγίας,