Exodus

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

ἐὰν δὲ ἄλλην λάβῃ, τὰ δέοντα καὶ τὸν ἱματισμὸν καὶ τὴν ὁμιλίαν αὐτῆς οὐκ ἀποστερήσει.

δέοντα δὲ τὰ τρία ταῦτα μὴ ποιήσῃ αὐτῇ, ἐξελεύσεται δωρεὰν ἄνευ ἀργυρίου.

Ἐὰν δὲ πατάξῃ τίς τινα καὶ ἀποθάνῃ, θανάτῳ θανατούσθω·

ὁ δὲ οὐχ ἑκών, ἀλλὰ ὁ θεὸς παρέδωκεν εἰς τὰς χεῖρας αὐτοῦ, δώσω σοι τόπον οὗ φεύξεται ἐκεῖ ὁ φονεύσας.

ἐὰν δέ τις ἐπιθῆται τῷ πλησίον ἀπο- κτεῖναι αὐτὸν δόλῳ καὶ καταφύγῃ, ἀπὸ τοῦ θυσιαστηρίου μου λήμψῃ αὐτὸν θανατῶσαι.

Ὃς τύπτει πατέρα αὐτοῦ ἢ μητέρα αὐτοῦ, θανάτῳ θανατούσθω.

Ὁ κακολογῶν πατέρα αὐτοῦ ἢ μητέρα αὐτοῦ τελευτήσει θανάτῳ.

Ὃς ἐὰν κλέψῃ τίς τινα τῶν υἱῶν Ἰσραὴλ καὶ καταδυναστεύσας αὐτὸν ἀποδῶται, καὶ εὑρεθῇ ἐν αὐτῷ, θανάτῳ τελευτάτω.

Ἐὰν δὲ λοιδορῶνται δύο ἄνδρες καὶ πατάξωσιν τὸν πλησίον λίθῳ ἢ πυγμῇ, καὶ μὴ ἀποθάνῃ, κατακλιθῇ δὲ ἐπὶ τὴν κοίτην,

ἐὰν ἐξαναστὰς ὁ ἄνθρωπος περιπατήσῃ ἔξω ἐπὶ ῥάβδου, ἀθῷος ἱστᾶι ὁ πατάξας· πλὴν τῆς ἀργίας αὐτοῦ ἀποτίσει καὶ τὰ ἰατρεῖα.

Ἐὰν δέ τις πατάξῃ τὸν παῖδα αὐτοῦ ἢ τὴν παιδίσκην αὐτοῦ ἐν ῥάβδῳ, καὶ ἀποθάνῃ ὑπὸ τὰς χεῖρας αὐτοῦ, δίκῃ ἐκδικηθήτω.

ἐὰν δὲ διαβιώσῃ ἡμέραν μίαν ἢ δύο, οὐκ ἐκδικηθήσεται· τὸ γὰρ [*](5 γυναῖκα] + μου F | παίδια] + μου F 6 ἔπι 1°] πρὸς AF | ο κύριος AF αὐτοῦ 2°] αὐτοῦ ο κݲςݲ (ο κυριος) 7 οικετειν Α οἰκέτην F 8 εαν] + ’δε Α | ἀύτης ἢν sup ras pi litt (forte 10) A a | ἢν A a F] η B | ἀυτῶ καθῶ μολογησατο] οὐ καθωμ. ἀυτῶ (ω sup ras 5 vel 6 litt A a) Α οὐ καθωμ. ἀυτὴν F 9 καθωμολογησεται (sic) Α 10 λάβη] + ἑαυτὼ B ab + ἀυτῶ AF 11 τὰ τρία ταύτα F a mg 12 ἔαν δε] seq ras 5 vel 6 litt in Α 13 παρέδωκεν] + αὐτὸν Α | om ἔκει Α 15 πατέρα B ab AF] μητέρα B* | αὐτοῦ θανα sup ras Aa 16 τελευτήσει θανάτω] θάν’. τελευτάτω AF 17 ἔαν] ἀν’ AF | τελευτάτω] θανατουσθω AF 18 πατάξωσιν] πατάξῃ AF | ’τον πλήσιον] pr τις AF 1 mg pr ο εἰς F* 19 εαν] + ’δε Α 20 αὐτοῦ 1°] ἑαυτοῦ F | ] om ἐν F | ἐκδικηθήτω] ἐκδικηθήσεται AF 21 διαβιώσῃ] δία- βωσιν Α)

146
[*](Β) ἀργύριον αὐτοῦ ἐστίν.

Ἐὰν δὲ μάχωνται δύο ἄνδρες καὶ πατάξωσιν γυναῖκα ἐν γαστρὶ ἐχουσαν, καὶ ἐξέλθῃ τὸ παιδίον αὐτῆς μὴ ἐξεικονισμένον, ἐπιζήμιον ζημιωθήσεται· καθότι ἂν ἐπιβάλῃ ὁ ἀνὴρ τῆς γυναικός, δώσει μετὰ ἀξιώματος·

ἐὰν δὲ ἐξεικονισμένον ἦν, δώσει ψυχὴν ἀντὶ ψυχῆς,

ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ, ὀδόντα ἀντὶ ὀδόντος, χεῖρα ἀντὶ χειρός, πόδα ἀντὶ ποδός,

κατάκαυμα ἀντὶ κατα- καύματος, τραῦμα ἀντὶ τραύματος, μώλωπα ἀντὶ μώλωπος.

Ἐὰν δέ τις πατάξῃ τὸν ὀφθαλμὸν τοῦ οἰκέτου αὐτοῦ ἢ τὸν ὀφθαλμὸν τῆς θεραπαίνης αὐτοῦ, καὶ ἐκτυφλώσῃ, ἐλευθέρους ἐξαποστελεῖ αὐτοὺς ἀντὶ τοῦ ὀφθαλμοῦ αὐτῶν.

ἐὰν δὲ τὸν ὀδόντα τοῦ οἰκέτου ἢ τὸν ὀδόντα τῆς θεραπαίνης αὐτοῦ ἐκκόψῃ, ἐλευθέρους ἐξαποστελεῖ αὐτοὺς ἀντὶ τοῦ ὀδόντος αὐτῶν.

Ἐὰν δὲ κερατίσῃ ταῦρος ἄνδρα ἢ αἰ ἀποθάνῃ, λίθοις λιθοβοληθήσεται ὁ ταῦρος, καὶ οὐ βρωθήσεται ἁ κρέα αὐτοῦ· ὁ δὲ κύριος τοῦ ταύρου ἀθῷος ἔσται.

ἐὰν δὲ ὁ ταῦρος κερατιστὴς ᾖ πρὸ τῆς ἐχθὲς καὶ πρὸ τῆς τρίτης, καὶ ρωνται τῷ κυρίῳ αὐτοῦ, καὶ μὴ ἀφανίσῃ αὐτόν, ἀνέλῃ δὲ ἄνδρα ἢ γυναῖκα, ὁ ταῦρος λιθοβοληθήσεται καὶ ὁ κύριος αὐτοῦ προσαποαι.