Exodus

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

ἐὰν δὲ λύτρα ἐπιβληθῇ αὐτῷ, δώσει λύτρα τῆς ψυχῆς ὅσα ἐὰν ἐπιβάλωσιν αὐτῷ.

ἐὰν δὲ υἱὸν ἢ θυγατέρα κερατίσῃ, κατὰ τὸ δικαίωμα τοῦτο ποιήσουσιν αὐτῷ.

ἐὰν δὲ παῖδα κερατίσῃ ὁ ταῦρος ἢ παιδίσκην, ἀργυρίου τριάκοντα δίδραχμα δώσει τῷ κυρίῳ σὐτῶν, καὶ ὁ ταῦρος λιθοβοληθήσεται.

Ἐὰν δέ τις ἀνοίξῃ ἢ ὄνος,

ὁ κύριος τοῦ λάκκου ἀποτίσει· ἀργύριον δώσει τῷ κυρίῳ αὐτῶν, τὸ δὲ τετελευτηκὸς αὐτῷ ἔσται.

Ἐὰν δὲ κερατίσῃ τίς τινος ταῦρος ταῦρον τοῦ πλησίον καὶ τελευτήσῃ, ἀποδώσονται τὸν ταῦρον τὸν ζῶντα καὶ διελοῦνται τὸ ἀργύριον αὐτοῦ, καὶ τὸν ταῦρον τὸν τεθνηκότα διελοῦνται.

ἐὰν δὲ γνωρίζηται ὁ ταῦρος ὅτι κερατισ- τῆς ἐστιν πρὸ τῆς ἐχθὲς καὶ πρὸ τῆς τρίτης ἡμέρας, καὶ μεμαρτυρη- μένοι ὦσιν τῷ κυρίῳ, καὶ μὴ ἀφανίσῃ αὐτόν, ἀποτίσει ταῦρον ἀντὶ [*](AF 22 ἀν’] ἔαν AF | δώσει] pr καὶ AF 23 ἢν] η AF 24 χεῖρα ἀντὶ χειρὸς A 1? a? mg 25 om τραῦμα ἀντὶ τραύματος F 26 ’τον οφθ. 1°] om ’τον Α 29 πρὸ 1°] πρὸς F | χθὲς Bb | αὐτοῦ 1°] ἀυτῶν Α 30 αυτου] ἀύτης F | ὅσα ἔαν επιβαλ sup ras Β 1 (vid) | ἔαν 2°] ἀν’ AF | ἐπιβάλωσιν] επιβαλη Α επιβληθωσιν F 31 κερατίσῃ η θυγ. AF 32 δίδραγμα F 33 om η λατομήσῃ Α + λάκκον B ab F 34 τετελευτηκος] τεθνηκὸς AF 35 om τις B a (hab B b) AF | ταῦρον 1°] pr ’τον B a? AF | τελευτήσει Α | καὶ δίε. λουνται...τεθν. διελοῦνται sup ras pi litt A a | τεθνηκοντα B 36 B b | om ἡμέρας AF | μεμαρτ.] διαμεμαρτ. B a vid AF | τὼ B ab AF | ἀφανίση] φανιση F* ἁφὰν. F a))

147
ταύρου, ὁ δὲ τετελευτηκὼς αὐτῷ ἔσται.

Ἐὰν δέ τις κλέψῃ μόσχον ἢ πρόβατον καὶ σφάξῃ ἢ ἀποδῶται, πέντε μόσχους ἀποτίσει ἀντὶτοῦ μόσχου καὶ τέσσερα πρόβατα ἀντὶ τοῦ προβάτου.

ἐὰν δὲ ἐν τῷ διορύγματι εὑρεθῇ ὁ κλέπτης καὶ πληγεὶς ἀποθάνῃ, οὐκ ἔστιν αὐτῷ φόνος·

ἐὰν δὲ ἀνατείλῃ ὁ ἥλιος ἐπ’ αὐτῷ, ἔνοχός ἐστιν, ἀνταποθανεῖται. ἐὰν δὲ μὴ ὑπάρχῃ αὐτῷ, πραθήτω ἀντὶ τοῦ κλέμματος.

ἐὰν δὲ καταλημφθῇ καὶ εὑρεθῇ ἐν τῇ χειρὶ αὐτοῦ τὸ κλέμμα ἀπό τε ὄνου ἕως προβάτου, ζῶντα, διπλᾶ αὐτὰ ἀπο- τίσει.

Ἐὰν δὲ καταβοσκήσῃ τις ἀγρὸν ἢ ἀμπελῶνα, καὶ ἀφῇ τὸ κτῆνος αὐτοῦ καταβοσκῆσαι ἀγρὸν ἕτερον, ἀποτίσει ἐκ τοῦ ἀγροῦ αὐτοῦ κατὰ τὸ γένημα αὐτοῦ· ἐὰν δὲ πάντα τὸν ἀγρὸν καταβοσκήσῃ, τὰ βέλτιστα τοῦ ἀγροῦ αὐτοῦ καὶ τὰ βέλτιστα τοῦ ἀμπελῶνος αὐτοῦ ἀποτίσει.

Ἐὰν δὲ ἐξελθὸν πῦρ εὕρῃ ἀκάνθας καὶ προσεμ- πρήσῃ ἅλωνας ἢ στάχυς ἢ πεδίον, ἀποτίσει ὁ τὸ πῦρ ἐκκαύ- σὰς.

Ἐὰν δέ τις δῷ τῷ πλησίον ἀργύριον ἢ σκεύη φυλάξαι καὶ κλαπῇ ἐκ τῆς οἰκίας τοῦ ἀνθρώπου, ἐὰν εὑρεθῇ ὁ κλέψας, ἀποτίσει τὸ διπλοῦν·

ἐὰν δὲ μὴ εὑρεθῇ ὁ κλέψας, προσελεύσεται ὁ κύριος τῆς οἰκίας ἐνώπιον τοῦ θεοῦ καὶ ὀμεῖται, ἦ μὴν μὴ αὐτὸν πεπονηρεῦσθαι ἐφ’ ὅλης τῆς παρακαταθήκης τοῦ πλησίον.

κατὰ πᾶν ῥητὸν ἀδίκημα, περί τε μόσχου καὶ ὑποζυγίου καὶ προβάτου καὶ ἱματίου καὶ πάσης ἀπωλίας τῆς ἐνκαλουμένης, ὅ τι οὖν ἂν ᾖ, ἐνώπιον τοῦ θεοῦ ἐλεύσεται ἡ κρίσις ἀμφοτέρων, καὶ ὁ ἁλοὺς διὰ τοῦ θεοῦ ἀποτίσει διπ·λοῦν τῶ πλησίον.

Ἐὰν τις δῶ τῶ πλησίον ὑποζύγιον ἢ μόσχον ἢ πρόβατον ἢ πᾶν κτῆνος φυλάξαι, καὶ συντριβῇ ἢ τελευτήσῃ ἢ αἰχμάλωτον γένηται, καὶ μηδεὶς γνῷ,

ὅρκος ἔσται τοῦ θεοῦ ἀνὰ μέσον ἀμφοτέρων, ἦ μὴν μὴ αὐτὸν πε- πονηρεῦσθαι καθόλου τῆς παρακαταθήκης τοῦ πλησίον. καὶ οὕτως προσδέξεται ὁ κύριος αὐτοῦ, καὶ οὐκ ἀποτίσει.

ἐὰν δὲ κλαπῇ παρ’ αὐτοῦ, ἀποτίσει τῷ κυρίῳ.

ἐὰν δὲ θηριάλωτον γένηται, ἄξει αὐτὸν ἐπὶ τὴν θήραν, καὶ οὐκ ἀποτίσει.