Exodus

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

Οὐ φονεύσεις.

Οὐ ψευδο- [*](23 Σεινα Β*] Σινα B b AF 24 εἶπεν ’δε] καὶ εἶπεν AF | κατάβηθι] pr AF καὶ F | om καὶ ἀνάβηθι B* (hab B ab vid AF) XX 1 κύριος] + πρὸς Μωυσην Α 2 εγω] adscr α' B a mg | ὅστις ἐξήγαγον] ο ἐξαγαγὼν AF 3 οὐκ] adscr β' B a mg 4 τοῖς ὕδασιν] τὼ ὕδατι F 4—5 ὑποκάτω τῆς γῆς οὐ πρόσ’ sup ras Aa 5 ἕως τρίτης καὶ τετάρτης γενεὰς] ἔπι τρίτην καὶ τετάρτην γενεὰν AF | μισοῦσι F 6 ἀγαπῶσι B ab F (-σει) | φυλάσσουσι B ab A 7 οὐ λ.] adscr γ' B a mg | om ο θεὸς σου AF 8 μνησθ.] adscr δ' B a mg γ' A 1 mg 10 om κυρίω Α | ο ὑίος A a οἱ υἱοὶ A* vid) 11 ’τον ουρ.] ’τον τε ουρ. AF | τὴν γῆν] + καὶ τὴν θάλασσαν B ab mg AF | ηὐλόγησεν AF 12 τίμα] adscr ε' B a mg δ' A 1 mg | τὴν μητέρα] + σου B ab F | om ἴνα εὑ σοι γένηται Α 13—15 οὐ μοιχ. οὐ κλεψ. οὐ φον.] οὐ φον. οὐ μοιχ. οὐ κλεψ. AF 13 adscr ζ' B a mg 14 adscr ζ' B a mg 15 adscr η' B a mg ε' A 1 mg 16 adscr θ' B a mg)

144
[*](B) μαρτυρήσεις κατὰ τοῦ πλησίον σου μαρτυρίαν ψευδῆ.

Oὐκ ἔπι· θυμήσεις τὴν γυναῖκα τοῦ πλησίον σου· οὐκ ἐπιθυμήσεις τὴν οἰκίαν τοῦ πλησίον σου οὔτε τὸν ἀγρὸν αὐτοῦ, οὔτε τὸν παῖδα αὐτοῦ ούτε τὴν παιδίσκην αὐτοῦ, οὔτε τοῦ βοὸς αὐτοῦ οὔτε τοῦ ὑποζυγίου αὐτοῦ οὔτε παντὸς κτήνους αὐτοῦ, οὔτε ὅσα τῷ πλησίον σού ἐστιν.

Καὶ πᾶς ὁ λαὸς ἑώρα τὴν φωνὴν καὶ τὰς λαμπάδας καὶ τὴν φωνὴν τῆς σάλπιγγος καὶ τὸ ὄρος τὸ καπνίζον· φοβηθέντες δὲ πᾶς ὁ λαὸς ἔστησαν μακρόθεν,

καὶ εἶπαν πρὸς Μωυσῆν Λάλησον σὺ ἡμῖν, καὶ μὴ λαλείτω πρὸς ἡμᾶς ὁ θεός, μὴ ἀποθάνωμεν.

καὶ λέγει αὐτοῖς Μωσῆς Θαρσεῖτε· ἕνεκεν γὰρ τοῦ πειράσαι ὑμᾶς παρεγενήθη ὁ θεὸς πρὸς ὑμᾶς, ὅπως ἂν γένηται ὁ φόβος αὐτοῦ ἐν ὑμῖν, ἵνα μὴ ἁμαρτάνητε.