Exodus

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

ἱστήκει δὲ ὁ λαὸς μακρόθεν, Μωυσῆς δὲ εἰσῆλθεν εἰς τὸν γνόφον οὑ ἦν ὁ θεός.

Εἶπεν δὲ κύριος πρὸς Μωυσῆν τάδε ἐρεῖς τῷ οἴκῳ Ἰακὼβ κοὶ ἀναγγελεῖς τοῖς υἱοῖς Ἰσραήλ ‘Yμεῖς ἑωράκατε ὅτι ἐκ τοῦ οὐρανοῦλελάληκα πρὸς ὑμᾶς·

οὐ ποιήσετε ὑμῖν αὐτοῖς θεοὺς ἀργυροῦς, καὶ θεοὺς χρυσοῦς οὐ ποιήσετε ὑμῖν ἑαυτοῖς.

Θυσια- στήριον ἐκ γῆς ποιήσετέ μοι, καὶ θύσετε ἐπ’ αὐτοῦ τὰ ὁλοκαυτώματα ὑμῶν καὶ τὰ σωτήρια ὑμῶν καὶ τὰ πρόβατα καὶ τοὺς μόσχους ὑμῶν ἐν παντὶ τόπω οὗ ἐὰν ἐπονομάσω τὸ ὄνομά μου ἐκεῖ· καὶ ἥξω πρὸς σὲ καὶ εὐλογήσω σε.

ἐὰν δὲ θυσιαστήριον ἐκ λίθων ποιῇς μοι, οὐκ οἰκοδομήσεις αὐτοὺς τμητούς· τὸ γὰρ ἐνχειρίδιόν σου ἐπιβέβληκας ἐπ’ αὐτοὺς καὶ μεμίανται.

οὐκ ἀναβήσῃ ἐν ἀναβαθμίσιν ἐπὶ τὸ θυσιαστήριόν μου, ὅπως ἂν μὴ ἀποκαλύψῃς τὴν ἀσχημοσύνην σου ἐπ’ αὐτοῦ.