Exodus
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.
καὶ ἐσκλήρυνεν κύριος τὴν καρδίαν Φαραὼ βασιλέως Αἰγύπτου καὶ τῶν θεραπόντων αὐτοῦ, καὶ κατεδίωξεν ὀπίσω τῶν υἱῶν Ἰσραήλ· οἱ δὲ υἱοὶ Ἰσραὴλ ἐξεπορεύοντο ἐν χειρὶ ὑψηλῇ.
καὶ κατεδίωξαν οἱ Αἰγύπτιοι ὀπίσω αὐτῶν, καὶ εὕροσαν αὐτοὺς παρεμβεβληκότας παρὰ τὴν θάλασσαν· καὶ πᾶσα ἡ ἵππος καὶ τὰ ἅρματα ὢ καὶ οἱ ἱππεῖς καὶ ἡ στρατιὰ αὐτοῦ ἀπέναντι τῆς ἐπαύλεως, ἐξ ἐναντίας εελσεπφών. καὶ Φαραὼ προσῆγεν·
καὶ ἀναβλέψαντες οἱ υἱοὶ Ἰσραὴλ τοῖς ὀφθαλμοῖς ὁρῶσιν, καὶ οἱ Αἰγύπτιοι ἐστρατο- πέδευσαν ὀπίσω αὐτῶν, καὶ ἐφοβήθησαν σφόδρα. ἀνεβόησαν δὲ οἱ υἱοὶ Ἰσπαὴλ πρὸς κύριον·
καὶ εἶπαν πρὸς Μωυσῆν Παρὰ τὸ μὴ ὑπάρχειν μνήματα ἐν γῇ Αἰγύπτῳ ἐξήγαγες ἡμᾶς θανατῶσαι ἐν τῇ ἐρήμῳ; τί τοῦτο ἐποίησας ἡμῖν, ἐξαγαγὼν ἐξ Αἰγύπτου ;
οὐ τοῦτο ἦν τὸ ῥῆμα ὃ ἐλαλήσαμεν πρὸς σὲ ἐν Αἰγύπτῳ λέγοντες Πάρες ἡμᾶς ὅπως δουλεύσωμεν τοῖς Αἰγυπτίοις ; κρεῖσσον γὰρ ἡμᾶς δουλεύειν τοῖς Αἰγυπτίοις ἢ ἀποθανεῖν ἐν τῆ ἐρήμῳ ταύτῃ.
εῖπεν δὲ Μωυσῆς πρὸς τὸν λαόν Θαρσεῖτε· στῆτε καὶ ὁρᾶτε τὴν σωτηρίαν τὴν παρὰ τοῦ θεοῦ, ἣν ποιήσει ἡμῖν σήμερον· ὃν τρόπον γὰρ ἑωράκατε τοὺς Αἰγυπτίους σήμερον, οὐ προσθήσεσθε ἔτι ἰδεῖν αὐτοὺς εἰς τὸν αἰῶνα χρόνον·
Κύριος πολεμήσει περὶ ὑμῶν, καὶ ὑμεῖς σιγήσετε.
Εἶπεν δὲ [*](4 στρατεία AF | γνώσονται] ἐπιγνώσονται Α Ι om εἰμι F 5 βᾶσ’. AF τῶν Αιγ.] Φαραὼ Α I ὅτι] pr λέγοντες Α Ι om η καρδία ° AF | εἶπαν] εἶπον AF | ἐποιήσαμεν] πεποιήκαμεν AF 6 συναπήγαγεν B AF1 ] συνήγαγεν F* Ι μεθ’ αὐτοῦ F Τ λαβὼν] ἔλαβεν AF —9 βασιλέως . . . εὗρον αὐτοὺς παρεμβε sup ras Aa? 8 Αἰγύπτου] Αιγυπτιων F Ι om καὶ τῶν θεραπ. αὐτοῦ F Ι τῶν θεραπ.] pr τὴν καρδίαν A a? Ι κατεδίωξαν Aa? 9 ὀπίσω ἀυτῶν] τοὺς υἵους σραηλ F | ευροσαν] εὗρον AF Ι πάρα] π sup ras B ? | om Φαραὼ B* (hab B a AF | στρατεία F | ΒεελσεΦων AF Ο προσῆγεν] 10 προσηγεν] προαήγαγέν Α Ι τοῖς ὀφθαλμοῖς Aam? Ι οἱ Αἶγ’.] οἶδε οἱ Αἶγ’. Α οἱ ’δε Αἶγ’. Π ἴδου οἱ Αἶγ’. £) 11 θανάτωσαι ἧμας Α | ἐξαγαγὼν] ἐξαγαγὼν ἧμας Α εξαγαγειν ἧμας F Ι ἐξ, Αἶγ’.] ἐκ γῆς Αἶγ’. F 12 δουλεύειν | δ sup ras Α 13 στῆτε] στήκετε Α Ι ὁρᾶτε] ἴδετε F* (ορ. F 1mg) ι θεοῦ] κυρίου F Ι ἰδεῖν αὐτοὺς ἔτι F 14 πέρι] ὕπερ F)
καὶ σὺ ἔπαρον τῇ ῥάβδῳ σου, καὶ ἔκτεινον τὴν χεῖρά σου ἐπὶ τὴν θάλασσαν καὶ ῥῆξον αὐτήν, καὶ εἰσ’ ἐλθάτωσαν οἱ υἱοὶ Ἰσραὴλ εἰς μέσον τῆς θαλάσσης κατὰ τὸ ξηρόν.
καὶ ἰδοὺ ἐγὼ σκληρυνῶ τὴν καρδίαν Φαραὼ καὶ τῶν Αἰγύπτων πάντων, καὶ εἰσελεύσονται ὀπίσω αὐτῶν. καὶ ἐνδοξασθήσομαι ἐν Φαραὼ καὶ ἐν πάσῃ τῇ στρατιᾷ αὐτοῦ καὶ ἐν τοῖς ἅρμασιν καὶ ἐν τοῖς ἵπποις αὐτοῦ.
καὶ γνώσονται πάντες οἱ Αἰγύπτιοι ὅτι ἐγώ εἰμι κύριος, ἐνδοξαςο- μένου μου ἐν Φαραὼ καὶ ἐν τοῖς ἅρμασιν καὶ ἵπποις αὐτοῦ.
ἐξῆρεν δὲ ὁ ἄγγελος τοῦ θεοῦ ὁ προπορευόμενος τῆς παρεμβολῆς τῶν υἱῶν Ἰσραήλ, καὶ ἐπορεύθη ἐκ τῶν ὄπισθεν· ἐξῆρεν δὲ καὶ ὁ στῦλος τῆς νεφέλης ἀπὸ προσώπου αὐτῶν, καὶ ἔστη ἐκ τῶν ὀπίσω αὐτῶν .
καὶ εἰσῆλθεν ἀνὰ μέσον τῶν Αἰγυπτίων καὶ ἀνὰ μέσον τῆς παρεμβολῆς Ἰσραήλ, καὶ ἔστη· καὶ ἐγένετο σκότος καὶ γνόφος, καὶ διῆλθεν ἡ νύξ, καὶ οὐ συνέμιξαν ἀλλήλοις ὅλην τὴν νύκτα.
ἐξέτεινεν δὲ Μωυσῆς τὴν χεῖρα ἐπὶ τὴν θάλασσαν· καὶ ὑπήγαγεν κύριος τὴν θάλασσαν ἐν ἀνέμῳ νότῳ βιαίῳ ὅλην τὴν νύκτα, καὶ ἐποίησεν τὴν θάλασσαν ξηράν, καὶ ἐσχίσθη τὸ ὕδωρ.
καὶ εἰσῆλθον οἱ υἱοὶ Ἰσραὴλ εἰς μέσον τῆς θαλάσσης κατὰ τὸ ξηρόν, καὶ τὸ ὕδωρ αὐτοῖς τεῖχος ἐκ δεξιῶν καὶ τεῖχος ἐξ εὐωνύμων·
καὶ κατεδίωξαν οἱ Αἰγύπτιοι, καὶ εἰσῆλθον ὀπίσω αὐτῶν καὶ πᾶς ἵππος Φαραὼ καὶ τὰ ἅρματα καὶ οἱ ἀναβάται εἰς μέσον τῆς θαλάσσης.
ἐγενήΘη δὲ ἐν τῇ φυλακῇ τῇ ἑωθινῇ καὶ ἐπέβλεψεν κύριος ἐπὶ τὴν παρεμβολὴν τῶν Αἰγυπτίων ἐν στύλῳ πυρὸς καὶ νεφέλης, καὶ συνετάραξεν τὴν παρεμβολὴν τῶν Αἰγυπτίων,
καὶ συνέδησεν τοὺς ἄξονας τῶν ἁρμάτων αὐτῶν, καὶ ἤγαγεν αὐτοὺς μετὰ βίας. καὶ εἶπαν οἱ Αἰγύπτιοι Φύγωμεν ἀπὸ προσώπου Ἰσπάήλ. ὁ γὰρ κύριος πολεμοῖ περὶ αὐτῶν τοὺς Αἰγυπτίους.
Εἶπεν δὲ κύριος πρὸς Μωυσῆν Ἔκτεινον τὴν χεῖρά σου ἐπὶ τὴν θάλασσαν, κα ἀποκαταστήτω τὸ ὕδωρ καὶ ἐπικαλυψάτω τοὺς Αἰγυπτίους, ἐπί τε τὰ ἅρματα καὶ τοὺς ἀναβάτας.
ἐξέτεινεν δὲ Μωυσῆς τὴν χεῖρα ἐπὶ τὴν θάλασσαν, καὶ ἀπεκατἰο,η τὸ ὕδωρ πρὸς ἡμέραν ἐπὶ χώρας· οἱ δὲ [*](AF) [*](16 τη ῥάβδω] τὴν ῥάβδον AF Τ στρατεία AF | om καὶ ἐν τοῖς αρμασιν καὶ ἐν τοῖς ἵπποις αὐτοῦ F 20 τῶν Αιγυπτιων pr τῆς παρεμβολῆς AF Ι ἄνα 2° rescr A 3 | om καὶ ἔστη F Ι γνόφος καὶ σκότος F 21 εσχσθη] διεσχίσθη AF 23 καὶ κατεδίωξαν] κατεδ. ’δε AF | εἰσῆλθεν Α Ι καὶ πας] πάσα η AF | εἰς μέσον] pr καὶ εἰσῆλθον Α 24 ἐγενήθη] ἐγένετο F | επι] εἰς AF 25 ἤγαγεν] ηγεν Α | πέρι ἀυτῶν τοὺς Αἶγ’.] τοὺς Αἶγ’. πέρι ἀυτῶν Α amg (om πέρι ἀυτῶν Λῆ ὕπερ ἀυτῶν τοὺς Αἶγ’. F 26 αποκαταστητωJ αποκατασταθητω F | τοὺς ἀναβάτας] pr ἔπι AF)