Exodus
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.
καὶ ἔσται ὑμῖν διατετηρημένον ἕως τῆς τεσσαρεσκαιδεκάτης τοῦ μηνὸς τούτου, καὶ σφάξουσιν αὐτὸ πᾶν τὸ πλῆθος συναγωγῆς υἱῶν Ἰσραὴλ πρὸς ἑσπέραν.
καὶ λήμψονται ἀπὸ τοῦ αἵματος, καὶ θήσουσιν ἐπὶ τῶν δύο στακαι [*](5 om 2° Α | πρωτοτόκου 2°] pr του Α 7 καὶ ἐν] οὐδὲ ἄπο ἀνθρώπου ἕως κτήνους Β* (hab Β ab mg) om οὐδὲ Α Α | om τῶν Α | του Ισραηλ] pr ἄνα μέσον Α 8 om πᾶς Β* (hab B ab A) 9 om πληθύνων Α | τὰ σημεία μου Α | τὰ τέρατα] + μου 10 Μωυσῆς Α | om πάντα Α | om τὰ σῆμ’. καὶ A*vid (hab A? mg) | τὰ pr πάντα Α | ἐν γῆ Αἶγ’. ἐνάντιον Φαραω sup ras A a ? | εἰσήκουσεν] ἠθέλησεν Α | ἐκ γῆς Αἶγ’.] ἐκ τῆς γῆς αὐτοῦ Α XII 1 Αἰγύπτω Α 3 ἕκαστος 2 sup ras 8 vel 9 litt A a ? 4 ἱκανοὺς εἶναι Α 5 ἀρνῶν] ἀμνῶν Α 6 τεσσαρισκαιδεκατης B a? b | ὑιῶν] pr τῶν Α)
καὶ φάγονται τὰ κρέα τῇ νυκτὶ ταύτῃ ὀπτὰ πυρί, καὶ ἄζυμα ἐπὶ πικρίδων ἔδονται.
οὐκ ἔδεσθε ἀπ’ αὐτῶν ὠμὸν οὐδὲ ἡψημένον ἐν ὕδατι ἀλλ’ ἢ ὀπτὰ πυρί, κεφαλὴν σὺν τοῖς ποσὶν καὶ τοῖς ἐνδοσθίοις.
οὐκ ἀπολείψεται ἀπ’ αὐτοῦ ἕως πρωί, καὶ ὀστοῦν οὐ συντρίψεται ἀπ’ αὐτοῦ· τὰ δὲ καταλιπόμενα ἀπ’ αὐτοῦ ἕως ἐν πυρὶ κατακαύσετε.
οὕτως δὲ φάγεσθε αὐτό· αἱ ὀσφύες ὑμῶν περιεζωσμέναι, καὶ τὰ ὑποδήματα ἐν τοῖς ποσὶν ὑμῶν, καὶ αἱ βακτηρίαι ἐν ταῖς χερσὶν ὑμῶν, καὶ ἔδεσθε αὐτὸ μετὰ σπουδῆς· πάσχα ἐστὶν Κυρίῳ.
καὶ ἐλεύσομαι ἐν γῇ Αἰγύπτῳ ἐν τῇ νυκτὶ ταύτῃ, καὶ πατάξω πᾶν πρωτότοκον ἐν γῇ Αἰγύπτῳ ἀπὸ ἀνθρώπου ἕως κτήνους, καὶ ἐν πᾶσι τοῖς θεοῖς τῶν Αἰγυπτίων ποιήσω τὴν ἐκδίκησιν· ἐγὼ Κύριος.
καὶ ἱστᾶι τὸ αἷμα ὑμῖν ἐν σημείῳ ἐπὶ τῶν οἰκιῶν ἐν αἷς ὑμεῖς ἐστὲ ἐκεῖ· καὶ ὄψομαι τὸ αἷμα, καὶ σκεπάσω ὑμᾶς, καὶ οὐκ ἔσται ἐν ὑμῖν πληγὴ τοῦ ἐκτριφθῆναι ὅταν παίω ἐν γῇ Αἰγύπτῳ.
καὶ ἱστᾶι ἡ ἡμέρα ὑμῖν αὕτη μνημόσυνον, καὶ ἑορτάσετε αὐτὴν ἑορτὴν κυρίῳ εἰς πάσας τὰς γενεὰς ὑμῶν· νόμιμον αἰώνιον ἑορτάσετε αὐτήν.
ἑπτὰ ἡμέρας ἄζυμα ἔδεσθε, ἀπὸ δὲ τῆς ἡμέρας τῆς πρώτης ἀφανιεῖτε ζύμην ἐκ τῶν οἰκιῶν ὑμῶν· πᾶς ὃς ἂν φάγῃ ζύμην, ἐξολεθρευθήσεται ἡ ψυχὴ ἐκείνη ἐξ Ἰσραήλ, ἀπὸ τῆς ἡμέρας τῆς πρώτης ἕως τῆς ἡμέας τῆς ἑβδόμης.
καὶ ἡ ἡμέρα ἡ πρώτη κληθήσεται ἁγία, καὶ ἡ ἡμέρα ἡ ἑβδόμη κλητὴ ἁγία ἔσται ὑμῖν· πᾶν ἔργον λατρευτὸν οὐ ποιήσετε ἐν αὐταῖς, πλὴν ὅσα ποιηθήσεται πάσῃ ψυχῇ, τοῦτο μόνον ποιηθήσεται ὑμῖν.
καὶ φυλάξετε τὴν ἐντολὴν ταύτην· ἐν γὰρ τῇ ἡμέρᾳ ταύτῃ ἐξάξω τὴν δύναμιν ὑμῶν ἐκ γῆς Αἰγύπτου, καὶ ποιήσετε τὴν ἡμέραν ταύτην εἰς γενεὰς ὑμῶν νόμιμον αἰώνιον·
ἀναρχομένου τῇ τεσσαρεσκαιδεκάτῃ ἡμέρᾳ τοῦ μηνὸς τοῦ πρώτου ἀφ’ ἑσπέρας ἔδεσθε ἄζυμα ἕως ἡμέρας μιᾶς καὶ εἰκάδος τοῦ μηνὸς ἴως ἑσπέρας.
ἑπτὰ ἡμέρας ζύμη οὐχ εὑρεθήσεται ἐν ταῖς οἰκίαις ὑμῶν· πᾶς ὃς ἄν φάγῃ ζυμωτόν, ἐξολεθρευθήσεται ἡ ψυχὴ ἐκείνη ἐκ συναγωγῆς Ἰσραήλ, ἔν τε τοῖς γιώραις [*](A) [*](7 ἔαν] ἀν’ Α | ἀυτὰ] αὐτὸ Α 10 απολειψεσθε Α | ἕως πρώι 1°] πρώι Α 11 υποδηματα] + ὑμῶν Α | βακτηρίαι] + ὑμῶν Α | κυρίω] κݲυݲ 12 ελευσομαι]διελευσομαι Α | τοῖς θεοις τῶν Αιγ.] θέοις Αἶγ’. Α 13 εστε] κατοικεῖτε Α 14 ἀυτὴ ὕμιν Α | om πάσας Α | γενεας Α1? a? mg | ἑορτάσετε ἀυτὴν νομιμον αἰώνιον) sup ras A1? a? 15 ἔπτα ἡμέραςsup ras A1? a? | τῆς ημερας τῆς πρώτης 1°] τῆς πρ. ἡμέρας Α 16 κεκλήσεται Α | ψύχη] ψυχ SUP ras B1 (vid) 17 Φυλαξετε] φυλάξασθε Α νόμιμ’. αἰώνιον] + εἰς τὰς γενεὰς ὑμῶν Α 18 τεσσαρισκαιδεκατη Bab | ἕως 2° Α 19 adnot σχολ. φύλαξιν δραπαταις η μετοίκους· ει γοῦν Ba? mg | γειώραις A)
πᾶν ζυμωτὸν οὐκ ἴδεσθε, ἐν παντὶ ’δε [*](B) κατοικητηρίῳ ὑμῶν ἔδεσθε ἄζυμα.
Ἐκάλεσεν δὲ Μωυσῆς πᾶσαν γερουσίαν υἱῶν Ἰσραὴλ καὶ εἶπεν πρὸς αὐτούς Ἀπελθόντες λάβετε ὑμῖν ἑαυτοῖς πρόβατον κατὰ συγγενίαν ὑμῶν, καὶ θύσετε τὸ πόσχα.