Exodus

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ ἀναστὰς Φαραὼ νυκτὸς καὶ οἱ θεράποντες αὐτοῦ καὶ πάντες οἱ Αἰγύπτιοι, καὶ ἐγενήθη κραυγὴ μεγάλη ἐν πάση γῇ Αἰγύπτῳ· οὐ γὰρ ἦν οἰκία ἐν ᾗ οὐκ ἦν ἐν αὐτῇ τεθνηκώς.

καὶ ἐκάλεσεν Φαραὼ Μωυσῆν καὶ Ἀαρὼν νυκτὸς καὶ εἶπεν αὐτοῖς Ἀνάστητε καὶ ἐξέλθατε ἐκ τοῦ λαοῦ μου, καὶ ὑμεῖς καὶ § οἱ υἱοὶ Ἰσραήλ· βαδίζετε καὶ λατρεύσατε Κυρίῳ τῷ θεῷ ὑμῶν καθὰ § F λέγετε·

καὶ τὰ πρόβατα καὶ τοὺς βόας ὑμῶν ἀναλαβόντες πορεύεσθε, εὐλογήσατε δὴ κἀμέ.

καὶ κατεβιάζοντο οἱ Αἰγύπτιοι τὸν λαὸν σπουδῇ ἐκβαλεῖν αὐτοὺς ἐκ τῆς γῆς· εἶπαν γὰρ ὅτι πάντες ἡμεῖς ἀποθνήσκομεν.

ἀνέλαβεν δὲ ὁ λαὸς τὸ σταῖς πρὸ τοῦ ζυμωθῆναι, τὰ [*](20 om ’δε Α 21 om ὑιῶν Α | ἑαυτοῖς] αὐτοῖς Α | πρόβατα Α | θύσατε Α 22 τῆς φλιὰς] pr ἄπο Α 24 φυλάξασθε Α | νόμιμον] + θυσατε Α 25 φυλάξασθε Α 26 υἱοὶ] pr οἱ Α 28 Μωυση Α 29 ἕως πρωτοτόκου 1°] pr καὶ Α | λάκκῳ sup ras Β a? | ἕως πρωτοτόκου παντὸς] πὰν πρωτότοκον 30 αναστας] ἀνέστη Α | οἱ θεραπ.] pr πάντες Α 31 καὶ λατρευσατε] λατρεύετε AF 32 πορευεσθε] + καθάπερ εἰρήκατε F a ? gm | δη] ’δε 33 ἐκ] ἄπο Α 34 σταὶς] + ἀυτῶν AF)

128
[*](Β) φυράματα αὐτῶν ἐνδεδεμένα ἐν τοῖς ἱματίοις αὐτῶν ἐπὶ τῶν

oἱ δὲ υἱοὶ Ἰσραὴλ ἐποίησαν καθὰ συνέταξεν αὐτοῖς Μωυσῆς, καὶ ᾔτησαν παρὰ τῶν Αἰγυπτίων σκεύη ἀργυρᾶ καὶ χρυσᾶ καὶ ἱματισ μόν.

καὶ ἔδωκεν κύριος τὴν χάριν τῷ λαῷ αὐτοῦ ἐναντίον τῶν Αἰγυπτίων, καὶ ἔχρησαν αὐτοῖς· καὶ ἐσκύλευσαν τοὺς Αἰγυπτίους.

Ἀπάραντες δὲ οἱ υἱοὶ Ἰσραὴλ ἐκ Ῥαμεσσὴ εἰς Σοκχώθα εἰς πεζῶν οἱ ἄνδρες, πλὴν τῆς ἀποσκευῆς·

καὶ νανέβη αὑτοῖς, καὶ πρόβάτα καὶ βόες καὶ κτήνη πολλὰ σφόδρα.

καὶ ἔπεψαν τὸ σταῖς ὃ ἐξήνεγκαν ἐξ Αἰγύπτου ἐνκρυφίας ἀζύμους, οὐ γὰρ ἐζυμώθη· ἐξέβαλον γὰρ αὐτοὺς οἱ Αἰγύπτιοι, καὶ οὐκ ἠδυνήθησαν ἐπιμεῖναι, οὐδὲ ἐπισιτισμὸν ἐποίησαν ἑαυτοῖς εἰς τὴν ὁδόν.

Ἡ δὲ κατοίκησις τῶν υἱῶν Ἰσραὴλ ἣν κατῴκησαν ἐν γῇ Αἰγύπτῳ καὶ ἐν γῇ Χανάαν ἔτη τετρακόσια τριάκοντα πέντε·