Genesis

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ πάσῃ ψυχῇ ζώσῃ μεθ’ ὑμῶν, ἀπὸ ὀρνέων καὶ ἀπὸ κτηνῶν, καὶ πᾶσι τοῖς θηρίοις τῆς γῆς ὅσα μεθ’ ὑμῶν ἀπὸ πάντων τῶν ἐξελθόντων ἐκ τῆς κιβωτοῦ.

καὶ στήσω τὴν διαθήκην μου πρὸς ὑμᾶς, καὶ οὐκ ἀποθανεῖται πᾶσα σὰρξ ἔτι ἀπὸ τοῦ ὕδατος τοῦ κατακλυσμοῦ, καὶ οὐκ ἔσται ἔτι κατακλυσμὸς ὕδατος τοῦ καταφθεῖραι πᾶσαν τὴν γῆν.

καὶ εἶπεν κύριος ὁ θεὸς πρὸς Νῶε τοῦτο τὸ σημεῖον τῆς διαθήκης ὄ ἐγὼ δίδωμι ἀνὰ μέσον ἐμοῦ καὶ ὑμῶν καὶ ἀνὰ μέσον πάσης ψυχῆς ζώσης ἥ ἐστιν μεθ’ ὑμῶν εἰς γενεὰς αἰωνίους·

τὸ τόξον μου τίθημι ἐν τῇ νεφέλη, καὶ ἔσται εἰς ἀνὰ μέσον ἐμοῦ καὶ τῆς γῆς.

καὶ ἔσται ἐν τῷ συνς ἐπὶ τὴν γῆν ὀφθήσεται τὸ τόξον μου ἐν τῆ νεφέλῃ,

καὶ μνησθήσομαι τῆς διαθήκης μου, ἥ ἐστιν ἀνὰ μέσον ἐμοῦ καὶ ὑμῶν καὶ ἀνὰ μέσον πάσης ψυχῆς ζώσης ἐν πάσῃ σαρκί· καὶ οὐκ ἔσται ἔηι τὸ ὕδωρ εἰς κατακλυσμόν, ὥστε ἐξαλεῖψαι πᾶσαν σάρκα.

καὶ ἱστᾶι τὸ τόξον μου ἐν τῇ νεφέλῃ, καὶ ὄψομαι τοῦ μνησθῆναι διαθήκην αἰώνιον ἀνὰ μέσον ἐμοῦ καὶ ἀνὰ μέσον πάσης ψυχῆς ζώσης ἐν πάσῃ σαρκὶ ἥ ἐστιν ἐπὶ τῆς γῆς.

καὶ εἶπεν ὁ θεὸς τῷ Νῶε τοῦτο τὸ σημεῖον τῆς διαθήκης ἧς διεθέμην ἀνὰ μέσον ἐμοῦ καὶ ἀνὰ μέσον πάσης σαρκὸς ἥ ἐστιν ἐπὶ τῆς γῆς.

Ἦσαν δὲ οἱ υἱοὶ Νῶε οἱ ἐξελθόντες ἐκ τῆς κιβωτοῦ Σῆμ’, Χάμ, ἸάΦεθ. Χάμ ἦν πατὴρ Χανάαν.

τρεῖς οὗτοί εἰσιν οἱ υἱοὶ Νῶε· ἀπὸ τούτων διεσπάρησαν ἐπὶ πᾶσαν τὴν γῆν.

Καὶ ἤρξατο Νῶε ἄνθρω- [*](DE) [*](3 δέδωκα D sil E 5 ψυΧ. ὕμ’. Α 1 mg | εκζητησω 1°] sup ras A om ἐκζητήσω 1° ...... θηρίων E | ἀνθρώπου] pr του Ε 7 ἔπι τῆς 7775] ἐπ’ κݲςݲ E ἀύτης DE 8 ο Θεος ] pr κݲςݲ E 9 ἐγὼ ἴδου AD] καὶ ἐγὼ E ζωση] ψ τῆ ζ D τῆ ψ τῆ ζ Ε | ἄπο κτηνῶν] ο κτ sup ras 4 vel 5 litt Α | om ὅσα μεθ’ ὑμῶν Ε 11 του καταφθ.] om του D sil E 12 om κύριος D | ζωσης] + ἦς A * 15 om ἄνα μέσον ἐμοῦ καὶ ὑμῶν καὶ D | ὥστε] ὡς εἰς Ε 16 om μου D | του sup ras 8 litt A a | om ἐν πάση σαρκὶ E | η εστιν] + μεθ’ ὑμῶν E | post γῆς ras Ι lit Α 17 ο θεὸς] pr κݲςݲ D | τὼ πρὸς Νωε Ε 18 om αμ 2° E 19 εἰσιν οἱ υἱοὶ] υἱοὶ εἰσιν D)

15
πος γεωργὸς γῆς, καὶ ἐφύτευσεν ἀμπελῶνα.

καὶ ἔπιεν ἐκ τοῦ οἴνου [*](A) καὶ ἐμεθύσθη, καὶ ἐγυμνώθη ἐν τῷ οἴκῳ αὐτοῦ.

καὶ εἶδεν Χὰμ ὁ Χανάνν τὴν γύμνωσιν τοῦ πατρὸς αὐτοῦ, καὶ ἐξελθὼν ἀνήγγειλεν δυσὶν ἀδελΦοῖς αὐτοῦ ἔξω.

καὶ λαβόντες Σῆμ’ καὶ ἸάΦεθ τὸ ἱμάτιον ἐπέθηκαν ἐπὶ τὰ δύο νῶτα αὐτῶν, καὶ ἐπορεύθησαν ὀπισθοφανῶς καὶ συνεκάλυψαν τὴν γύμνωσιν τοῦ πατρὸς αὐτῶν· καὶ τὸ πρόσωπον αὐτῶν ὀπισθοφανές, καὶ τὴν γύμνωσιν τοῦ πατρὸς αὐτῶν οὐκ ἴδον.

ἐξένηψεν δὲ Νῶε ἀπὸ τοῦ οἴνου, καὶ ἔγνω ὅσα ἐποίησεν αὐτῷ ὁ υἱὸς αὐτοῦ ὁ τερος.

καὶ εἶπεν

  • Ἐπικατάρατος Χανάαν.
  • παῖς οἰκέτης ἔσται τοῖς ἀδελφοῖς αὐτοῦ.
    1. καἰ εἶπεν
    2. Εὐλογητὸς κύριος ὁ θεὸς τοῦ Σήμ,
    3. καὶ ἔσται Χανάαν παῖς αὐτοῦ.

  • πλατύναι ὁ θεὸς τῷ ἸάΦαθ,
  • καὶ κατοικησάτω ἐν τοῖς οἴκοις τού Σήμ·
  • καὶ γενηθήτω Χανάαν παῖς αὐτῶν.
  • Ἔζησεν δὲ Νῶε μετὰ τὸν κατακλυσμὸν τριακόσια ἔτη.

    καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι ἡμέραι Νῶε ἐννακόσια πεντήκοντα ἔτη, καἰ ἀπέθανεν.