Genesis

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

Αὗται δὲ αἱ γενέσεις τῶν υἱῶν Νῶε, Σῆμ’, Xάμ, ’σαν αὐτοῖς υἱοὶ μετὰ τὸν κατακλυσμόν.

Υἱοὶ Ἰάφεθ· Μαγώγ καὶ Μαδαὶ καὶ Ἰωυὰν καὶ Ἔλισά καὶ Θοβὲλ καὶ ΜόσοΧ καὶ Φειπάς.

καὶ υἱοὶ Γάμερ· Ἀσχανὰζ καὶ Ῥιφὰθ καὶ Θεργαμά.

καὶ υἱοὶ Ἰωυάν· Ἐλισὰ καὶ Θαρσίς, Κήτιοι, Ῥόδιοι.

ἐκ τούτων ἀφωρίσθησαν νῆσοι τῶν ἐθνῶν ἐν τῆ γῆ αὐτῶν· ἕκαστος κατὰ γλῶσσαν ἐν τοῖς φυλαῖς αὐτῶν καὶ ἐν τοῖς ἔθνεσιν αὐτῶν.

Υἱοὶ δὲ Χάμ· Χοὺς καὶ Μεσπάιν, Φοὺδ καὶ Χανάαν.

υἱοὶ δὲ Χούς· Σαβᾶ καὶ Εὑιλὰ καὶ Σαβαθὰ κοὶ Ῥεγχμὰ καὶ Σοβακαθά. υἱοὶ δὲ ῬεγΧμά Σαβᾶ καὶ Δαδάν.

Χοὺς δὲ ἐγέννησεν τὸν Νεβρώδ· οὗτος ἤρξατο εἶναι γίγας ἐπὶ τῆς γῆς. [*](22 ἴδεν DE | απηγγ. E 23 om καὶ 2° Ε | ἐπέθηκαν] ἕπεθ’ ἕντο D sil E | om καὶ συνεκαλυψαν...οπισθοφανες E | οπισθοΦανες ] οπισθοΦανως Ε 24 οἴνου] + αὐτοῦ D | ἔγνω] εγνωσεν Ε 25 Χανααν AD] Χαμ Ε | πάις AD] πᾶς E 26 om ο θεὸς E 27 γενηθήτω ἔσται D | Χανααν] αμ Ε | ἀυτῶν AD] αὐτοῦ Ε 29 om ἔτη D χ 1 εγεννηθησαν D sil E 2 Μαδαι AS] Μάλαι Ε 3 υιοι] pr οἱ D | Εριφαθ D | Θοργαμα D sil E 4 Θάρσεις D sil | Κητιοι] Κιτιοι DE | Ροδιοι] pr κα) E 5 γλώσσαν] pr τὴν Ε 6 Μεστπαιμ D | Φουθ D 7 Χουθ Ε | Ευιλατ D | Ρεγμα D sil E bis | Σαβὰν E 8 Νεβρῶν E)

16
[*](Α)

οὗτος ἦν γίγας κυνηγὸς ἐναντίον Κυρίου τοῦ θεοῦ· διό τοῦτο ἐροῦσιν Ὡς Νεβρὼς γίγας κυνηγὸς ἐναντίον Κυρίου.

καὶ ἐγένετο ἀρχὴ τῆς βασιλείας αὐτοῦ Βαβυλὼν Καὶ ὌρεΧ καὶ ἈρΧὰδ καὶ Χαλαννὴ ἐν τῇ γῇ Σενναάρ.

ἐκ τῆς γῆς ἐκείνης ἐξῆλθεν Ἀσσούρ καὶ ᾠκοδόμησεν τὴν Νινευὴ καὶ τήν Ῥοωβὼς πόλιν καὶ Χάλαχ,

καὶ τὴν Δάσεμ, ἀνὰ μέσον [*](D) Νινευὴ καὶ ἀνὰ μέσον Χάλαχ· αὕτη ἡ πόλις ἡ μεγάλη. ¶

καὶ Μεσράιν ἐγέννησεν τούς Λουδιεὶμ καὶ τοὺς Νεφθολιεὶμ καὶ τοὺς λἰνεμετιεὶμ τοὺς Λιφιεὶμ

καὶ τοὺς ΙΙατροσωνιεὶμ καὶ τοὺς Χσμωνιείμ, ὅθεν ἐξῆλθεν ἐκεῖθεν Φυλιστιείμ, καὶ τοὺς ΧαΦθοπιείμ.

Χανάαν δὲ ἐγέννησεν τὸν Σιδῶνα πρωτότοκον, καὶ τὸν Χετταῖον

καὶ τὸν Ἰεβουσαῖον κα τὸν Ἀμορραῖον καὶ τὸν Γερυεσαῖον

τὸν Εὑαῖον καὶ τὸν Ἀρουκαιον καὶ τὸν Ἁσενναῖον

καὶ τὸν Ἀράδιον καὶ τὸν Σαμαραῖον καὶ τὸν Ἁμαθί. καὶ μετὰ τοῦτο διεσπάρησαν αἱ φυλαὶ τῶν Χαναναίων.

καὶ ἐγένοντο τὰ ὅρια Χαναναίων ἀπὸ Σιδῶνος ἕως ἐλθεῖν εἰς Γέραρα κα Γάζαν, ἕως ἐλθεῖν ἕως Σοδόμων καὶ Γομόρρας, Ἀδαμὰ καὶ Σεβωὶμ ἕως Δασά.

οὗτοι υἱοὶ ἐν ἐν ταῖς φυλαῖς αὐτῶν, κατὰ γλώσσας αὐτῶν, ἐν ταῖς χώραις αὐτῶν καὶ ἐν τοῖς ἔθνεσιν αὐτῶν.