Genesis

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

Καὶ ἐγένετο ὁ κατακλυσμὸς ἐπὶ τῆς γῆς ἡμέρας καὶ τεσσεράκοντα νύκτας ἐπὶ τῆς γῆς· καὶ ἐπληθύνθη τὸ ὕδωρ καὶ ἐπῆρεν τὴν κιβωτόν, καὶ ὑψώθη ἀπὸ τῆς γῆς.

καὶ ἐπεκράτει τὸ ὕδωρ καὶ ἐπληθύνετο σφόδρα ἐπὶ τῆς γῆς· καὶ ἐπεφέρετο ἡ κιβωτὸς ἐπάνω τοῦ ὕδατος.

τὸ δὲ ὕδωρ ἐπεκράτει σφόδρα σφοδρῶς ἐπὶ τῆς γῆς, καὶ ἐπεκάλυψεν πάντα τὰ ὄρη τὰ ὑψηλὰ ἃ ἦν ὑποκάτω τοῦ οὐρανοῦ. [*](4 τῆς γῆς] pr πάσης DE 6 κατακλυσμος] του υδατος Ε | ην] εγενετο DE Ε 7 οἱ υιοι] om οἱ Ε | post κατακλυσμοῦ ras 12 litt Α 8 καὶ τῶν πετεινων...μη καθ’. sup ras pl litt A 1 ? καὶ ἄπο πάντων τῶν κτ. τῶν μὴ καθ’. καὶ ἄπο πάντων τῶν πετ. τῶν καθ’. καὶ ἄπο πάντων τῶν πετ. τῶν μὴ καθ’. καὶ ἄπο πάντων τῶν ἑρπετῶν τῶν ἑρπόντων ἔπι τῆς γ E | κτηνῶν τῶν μὴ καθ’.] om τῶν D vid | πάντων τῶν ἕρπ’.] om πάντων D 9 εἰσῆλθεν D (? “ εισηλθοεν sic” Holmes) E | ο θεὸς] κݲςݲ E 11 post τὼ ras 5 Α | εξακοσιοστω ] pr ἔνι καὶ E | om τῆ ἥμερα ταύτῃ E | πάσαι αἰ πηγαὶ] om πάσαι Ε 12 τεσσ. ἠμ’. AD] ἠμ’. τεσσ. E | τέσσαρ’. bis E 13 om καὶ η γυνὴ Νωε Ε | εἰς τὴν κιβ.] + δία τὸ ὕδωρ του κατακλυσμοῦ D (..ο ὕδωρ κάτα.. D) 14 πάντα τὰ κτ.] πάντα κτ. Ε 15 εἰσῆλθεν Ε | om πρὸς E | om ἄρσεν καὶ θῆλυ D (D vid) E 16 εἰσῆλθον D | ενετ. ο θεοδ] ενετ. κݲςݲ (..κݲςݲ.. D) ενετ. κݲςݲ ο θݲςݲ Ε | εξ. αὐτοῦ τὴν ἔπι τῆς γῆς 1° Ε | υψωθη ] + τα κυματα Ε 19 om σφοδρῶς E)

12
[*](A)

δέκα πέντε πήχεις ἐπάνω ὑψώθη τὸ ὕδωρ, καὶ ἐπεκάλυψεν πάντα τὰ ὄρη τὰ ὑψηλά.