Genesis

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

Ἐν τῇ ἡμέρᾳ ταύτῃ εἰσῆλθεν Νῶε, Σήμ, ἸάΦεθ, υἱοὶ Νῶε, καὶ ἡ γυνὴ Νῶε καὶ αἱ τρεῖς γυναῖκες τῶν υἱῶν αὐτοῦ μετ’ αὐτοῦ εἰς τὴν κιβωτόν.

καὶ πάντα τὰ θηρία κατὰ γένος καὶ τὰ κτήνη κατὰ γένος καὶ πᾶν ἑρπετὸν κινούμενον ἐπὶ τῆς γῆς κατὰ γένος καὶ πᾶν πετεινὸν κατὰ γένος

εἰσῆλθον πρὸς Νῶε εἰς τὴν κιβωτόν, δύο ἄρσεν καὶ θῆλυ ἀπὸ πάσης σαρκὸς ἐν ᾧ ἐστὶν πνεῦμα ζωῆς.

καὶ τὰ εἰσπορευόμενα ἄρσεν καὶ θῆλυ ἀπὸ πάσης σαρκὸς εἰσῆλθεν, καθὸ ἐνετείλατο ὁ θεὸς τῶ Νῶε· ¶ καὶ ἔκλεισεν κύριος ὁ θεὸς τὴν κιβωτὸν [*](¶ D) ἔξωθεν αὐτοῦ.