Genesis

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

  1. Ἰούδα, σὲ αἰνέσαισαν οἱ ἀδελφοί σου·
  2. αἱ χεῖρές σου ἐπὶ νώτου τῶν ἐχθρῶν σου.
  3. προσκυνήσουσίν σοι οἱ υἱοὶ τοῦ πατρός σου.
  1. σκύμνος λέοντος, Ἰούδα·
  2. ἐκ βλαστοῦ, υἱέ μου, ἀνέβης·
  3. ἀναπεσὼν ἐκοιμήθης ὡς λέων καὶ ὡς σκύμνος·
  4. τίς ἐγερεῖ αὐτόν ;
  1. οὐκ ἐκλείψει ἄρχων ἑξ Ἰούδα,
  2. καὶ ἡγούμενος ἐκ τῶν
  3. ἕως ἂν ἔλθῃ τὰ ἀποκείμενα αὐτῶ,
  4. καὶ αὐτὸς προσδοκία ἐθνῶν.
  1. δεσμεύων πρὸς ἄμπελον τὸν πῶλον αὐτοῦ,
  2. καὶ τῇ ἕλικι τὸν πῶλον τῆς ὄνου αὐτοῦ·
  3. πλυνεῖ ἐν οἴνῳ τὴν στολὴν αὐτοῦ,
  4. καὶ ἐν σταφυλῆς σταφυλῆς τὴν περιβολὴν αὐτοῦ.
  1. χαροποιοὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ὑπὲρ οἶνον,
  2. καὶ λευκοὶ οἱ ὀδόντες αὐτοῦ ἢ γάλα.
  1. Ζαβουλὼν παράλιος κατοικήσει,
  2. καὶ αὐτὸς παρ’ ὅρμον πλοίων,
  3. καὶ παρατενεῖ ἕως Σιδῶνος.
  1. Ἰσσαχὰρ τὸ καλὸν ἑπεθύμησεν,
  2. ἀναπαυόμενος ἀνὰ μέσον τῶν κλήρων·
  1. καὶ ἰδὼν τὴν ἀνόπαυσιν ὅτι καλή,
  2. καὶ τὴν γῆν ὅτι πίων,
  3. ὑπέθηκεν τὸν ὦμον αὐτοῦ εἰς τὸ πονεῖν,
  4. καὶ ἐγενήθη ἀνὴρ γεωργός.
  5. [*](6 ἐν επιθυμια F* τῆ superscr F 1) 7 διασπερῶ] διασκορπιῶ Α ADF 8 ἔπι νωτου] επι τ[ω] νώτῳ F | σοι BD] σε AF | οἱ υιοι] om οἱ F 9 Ιουδας D | μου] μοι F 10 ἄρχων εξ Ιουδα sup ras Α 1 (seq spat I lit) 12 ὕπερ οἶνον] ἄπο οἴνου ADF | om αὐτοῦ 2° DF 13 κατοικήσει] παροικήσει D | Σιδονος B a 14 Ισαχαρ F* (Ισσ. F 1) | ἄνα μέσον] εμμεσω Α 15 εγενηθη] εγενη F)
    100
    [*](B)
  1. Δὰν κρινεῖ τὸν ἑαυτοῦ λαόν,
  2. ὡσεὶ καὶ μία φυλὴ ἐν Ἰσραήλ.
  1. καὶ γενηθήτω Δὰν ὄφις ἐφ’ ὁδοῦ,
  2. ένκαθήμενος ἐπὶ τρίβου·
  3. δάκνων πτέρναν ἵππου,
  4. καὶ πεσεῖται ὁ ἱππεὺς εἰς τὰ ὀπίσω,
  1. τὴν σωτηρίαν περιμένων Κυρίου.
  1. Γάδ, πειρατήριον πειρατεύσει αὐτόν·
  2. αὐτὸς δὲ πειρατεύσει αὐτῶν κατὰ πόδας.
  1. Ἀσήρ, πίων αὐτοῦ ὁ ἄρτος,
  2. καὶ αὐτὸς δώσει τρυφὴν ἄρχουσιν.