Genesis

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ B ἐσιτομέτρει ’lωσὴφ τῷ πατρὶ αὐτοῦ καὶ τοῖς ἀδελφοῖς καὶ παντὶ τῷ οἴκῳ τοῦ πατρὸς αὐτοῦ σῖτον κατὰ σῶμα.

Σῖτος δὲ οὐκ ἦν ἐν πάσῃ τῇ γῇ, ἐνίσχυσεν γὰρ ὁ λιμὸς σφόδρα· ἐξέλιπεν δὲ ἡ γῆ Αἰγύπτου καὶ ἡ γῆ Χανάαν ἀπὸ τοῦ λιμοῦ·

συνήγαγεν δὲ Ἰωσὴφ πᾶν τὸ ἀργύριον τὸ εὑρεθὲν ἐν γῆ Αἰγύπτου καὶ ἐν γῇ Χανάαν τοῦ σίτου ὃ ἠγόραζον, καὶ ἐσιτομέτρει αὐτοῖς· καὶ εἰσήνεγκεν Ἰωσὴφ πᾶν τὸ ἀργύριον εἰς τὸν οἶκον Φαραώ.

καὶ ἐξέλιπεν τὸ ἀργύριον πᾶν ἐκ γῆς Αἰγύπτου καὶ ἐκ γῆς Χανάαν· ἦλθον δὲ πάντες οἱ Αἰγύπτιοι πρὸς Ἰωσὴφ λέγοντες Δὸς ἡμῖν ἄρτους· καὶ ἵνα τί ἀποθνήσκομεν ἐναντίον σου ; ἐκλέλοιπεν γὰρ τὸ ἀργύριον ἡμῶν.

εἶπεν δὲ αὐτοῖς Ἰωσήφ Φέρετε τὰ κτήνη ὑμῶν, καὶ δώσω ὑμῖν ἄρτους ἀντὶ τῶν κτηνῶν ὑμῶν, § εἰ ἐκλέλοιπεν τὸ ἀργύριον ὑμῶν.

ἤγαγον δὲ τὰ § F κτήνη πρὸς Ἰωσήφ, καὶ ἔδωκεν αὐτοῖς Ἰωσὴφ ἄρτους ἀντὶ τῶν ἵππων καὶ ἀντὶ τῶν προβάτων καὶ ἀντὶ τῶν βοῶν καὶ ἀντὶ τῶν ὄνων· καὶ ἐξέθρεψεν αὐτοὺς ἐν ἄρτοις ἀντὶ πόντων τῶν κτηνῶν αὐτῶν ἐν τῷ ἐνιαυτῷ ἐκείνῳ.

ἐξῆλθεν δὲ τὸ ἔτος ἐκεῖνο, καὶ ἦλθαν πρὸς αὐτὸν ἐν τῷ ἔτει τῷ δευτέρῳ καὶ εἶπαν αὐτῷ Μή ποτε ἐκτριβῶμεν ἀπὸ τοῦ κυρίου ἡμῶν· εἰ γὰρ ἐκλέλοιπεν τὸ ἀργύριον ἡμῶν καὶ τὰ ὑπάρχοντα καὶ τὰ κτήνη πρὸς σὲ τὸν κύριον, καὶ οὐχ ὑπολείπεται ἡμῖν ἐναντίον τοῦ κυρίου ἀλλ’ ἢ τὸ ἴδιον σῶμα καὶ ἡ γῆ ἡμῶν.

ἵνα μὴ ἀποθάνωμεν ἐναντίον σου καὶ ἡ γῆ ἐρημωθῇ, κτῆσαι ἡμᾶς καὶ τὴν γῆν ἡμῶν ἀντὶ ἄρτων, καὶ ἐσόμεθα ἡμεῖς καὶ ἡ γῆ ἡμῶν παῖδες δὸς σπέρμα ἵνα σπείρωμεν καὶ μὴ ἀποθάνωμεν, καὶ ἡ γῆ θήσεται.

καὶ ἐκτήσατο Ἰωσὴφ πᾶσαν τὴν γῆν τῶν Αἰγυπτίων τῷ Φαραώ· ἀπέδοντο γὰρ οἱ Αἰγύπτιοι τὴν γῆν αὐτῶν τῷ Φαραώ, ἐπεκράτησεν γὰρ αὐτῶν ὁ λιμός, καὶ ἐγένετο ἡ γῆ Φαραώ·

καὶ τὸν λαὸν κατεδουλώσατο αὐτῷ εἰς παῖδας, ἀπ’ ἄκρων ὁρίων ἕως τῶν ἄκρων,

χωρὶς τῆς γῆς τῶν ἱερέων μόνον. οὐκ ἐκτίήσατο [*](11 om ἐν γῆ Ραμεσση D | Φαραω] pr ἀυτῶ D 12 om αὐτοῦ AD | ἀδελφοῖς] + αὐτοῦ AD 13 ἐξέλειπεν AD 14 Αἰγύπτου] Αιγυπτω AD | o] οὐ AD sil 15 ἐξέλειπεν AD | om ἆν Α | om ἤμων D 16 ὑμῶν 3°] ἤμων Α om DF 18 ετος] εκες Α | ἦλθον AD sil | αργ. ἤμων] om ἤμων AD τὰ παιδάρια F | om πρὸς σε ’τον κύριον F | οὐχ B ab AD sil F] οὐκ B* | ὑπολείπεται A] υπολιπετα B ὑπολέλειπται D sil F | om ἥμιν Α | του κυρίου] + ἤμων AD sil F 19 ἴνα] + οὑν B ab AD sil F | ερημωθη] ἐρημωθήσεται ADF | σπέρματα AD σπερ]ματ[α] D) | στειρωμεν] + καὶ ζῶμεν B ab mg F + κα ζησωμεν AD | ερημωθησεται] pr οὐκ Α 1 (superscr) D sil (o...D) F 20 ο λιμος αυτων Α Φαραω 3°] pr τὼ AF (om D) 21 ἀυτῶ] ἀυτῶν Α | ἀπ’] ἄπο D | τῶν ακρων] om τῶν F)

96
[*](Β) ταύτην Ἰωσήφ· ἐν δόσει γὰρ ἔδωκεν δόμα τοῖς ἱερεῦσιν Φαραώ, καὶ ἤσθιον τὴν δόσιν ἢν ἔδωκεν αὐτοῖς Φαραώ· διὰ τοῦτο οὐκ ἀπέδοντο [*](¶ D) τὴν γῆν αὐτῶν.’

εἶπεν δὲ Ἰωσὴφ πᾶσι τοῖς Αἰγυπτίοις ἰδοὺ κέκτημαι ὑμᾶς καὶ τὴν γῆν ὑμῶν σήμερον τῷ Φαραώ, λάβετε αὑτοῖς σπέρμα καὶ σπείρατε τὴν γῆν·

καὶ ἱστᾶι τὰ γενήματα αὐτῆς, δώσετε τὸ πέρπτον μέρος τῷ Φαραώ· τὰ δὲ τέσσερα μέρη ἔσται ὑμῖν αὐτοῖς εἰς σπέρμα τῇ γῇ καὶ εἰς βρῶσιν ὑμῖν καὶ πᾶσιν τοῖς οἴκοις ὑμῶν.

καὶ εἶπαν Σέσωκας ἡμᾶς, εὕρομεν χάριν ἐναντίον τοῦ κυρίου ἡμῶν, καὶ ἐσόμεθα παῖδες Φαραώ.

καὶ ἔθετο αὐτοῖς Ἰωσὴφ εἰς πρόσταγμα ἕως τῆς ἡμέρας ταύτης ἐπὶ γῆν Αἰγύπτου τῷ Φαραὼ ἀποπεμπτοῦν, χωρὶς τῆς γῆς τῶν ἱερέων μόνον· οὐκ ἢν τῷ Φαραώ.

κατῴκησεν δὲ Ἰσραὴλ ἐν γῆ Αἰγύπτῳ ἐπὶ τῆς γῆς Γέσεμ· καὶ ἐκληρονόμησαν ἐπ’ αὐτῆς, καὶ ἐπληθύνθησαν σφόδρα.

᾿Επέζησεν δὲ Ἰακὼβ ἐν γῇ Αἰγύπτῳ ἔτη δέκα ἑπτά· ἐγένοντο δὲ αἱ ἡμέραι Ἰακὼβ ἐνιαυτῶν τῆς ζωῆς αὐτοῦ ἑκατὸν τεσσεράκοντα ἑπτὰ ὄη.

ἤγγισαν δὲ αἱ ἡμέραι Ἰσραὴλ ἀποθανεῖν, καὶ ἐκάλεσεν τὸν υἱὸν αὐτοῦ Ἰωσὴφ καὶ εἶπεν αὐτῷ Εἰ εὕρηκα χάριν ἐναντίον σου, ὑπόθες τὴν χεῖρά σου ὑπὸ τὸν μηρόν μου, καὶ ποιήσεις ἐπ’ ἐμὲ ἐλεημοσύνην καὶ ἀλήθειαν τοῦ μή με θάψαι ἐν Αἰγύπτῳ·

ἀλλὰ κοιμηθήσομαι μετὰ τῶν πατέρων μου, καὶ ἀρεῖς με ἐξ Αἰγύπτου καὶ θάψεις με ἐν τῷ τάφῳ αὐτῶν. ὁ δὲ εἶπεν Ἐγὼ ποιήσω κατὰ τὸ ῥῆμά σου.

εἶπεν δέ ὄμοσον μοι. καὶ ὤμοσεν αὐτῷ· καὶ προσεκύνησεν Ἰσραὴλ ἐπὶ τὸ [*](§ D) ἄκρον τῆς ῥάβδου αὐτοῦ.