Genesis

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

Ἐγένετο δὲ μετὰ τὰ ῥήματα ταῦτα ἀπηηέλη τῷ Ἰωσὴφ ὅτι Ὁ πατήρ σου ἐνοχλεῖται· καὶ ἀναλαβὼν τοὺς δύο υἱοὺς αὐτοῦ, τὸν Μανσσὴ καὶ τὸν Ἐφράιμ, ἦλθεν πρὸς Ἰακώβ.

ἀπηγγέλη δὲ τῷ Ἰακὼβ λέγοντες Ἴδου ὁ υἱός σου Ἰωσὴφ ἔρχεται πρὸς σέ· καὶ ἐνισχύσας Ἰσραὴλ ἐκάθισεν ἐπὶ τὴν κλίνην.

καὶ εἶπεν [*](§ F) Ἰακὼβ τῷ Ἰωσήφ Ὤφθη μοι ὁ θεός μου ¶ ἐν Λοῦζα ἐν γῇ Χανάαν, καὶ [*](ADF) [*](22 om ταύτην ADf | δόματα Α | ἱερεῦσι F 23 τὴν γῆν 1°] Β* vid την|γην Β 1?a) | αυτοις] ἑαυτοῖς AF | σπέρματα Α 24 τὼ Φαραω] om τὼ Α I τέσσαρ’. B ab (item 28) | σπέρματα Α | πα F | οἴκοις] pr ἐν τοι Α ευραμεν Α | Φαραω] pr τω AF 26 γην] γῆς AF | αποπεμπτουν τὼ Φαραω AF | μόνων Α 27 om γῆ AF | τῆς γης] om τῆς B ab A | καὶ επληθ.] pr καὶ ηὐξήθησαν AF 28 ἔτη δέκα ἔπτα] ἔτη δ. ἔπτα ἣ B* (om ἔτη 2° B ab) δέκα ἔπτα ετη AF | ἐγένοντο δε] ἐγένοντο AF | τῆς ζωης] om τῆς F 29 αποθανειν] pr του AF | μὴ θάψαι με Α XLVIII 1 απηγγελη] ανηγγελη AD ανηγ.... D) F pr κα AD sil F | σου] αὐτοῦ D | υἵους αὐτοῦ] + μετ’ αὐτοῦ Α + μεθ’ ἑαυτοῦ D Μαννασση Α 3 ο θεὸς μου ὤφθη μοι B ab A ο θεὸς ὤφθη μοι D + D sil ο θεὸς μου ὤφθη.. F | ἐν γῆ X. ἐν Λουζα Α)

97
εὐλόγησέν με

καὶ εἰπέν μοι Ἴδου ἐγώ σε αὐξάνω καὶ πληθυνῶ καὶ [*](B) ποιήσω σε εἰς συναγωγὰς ἐθνῶν, καὶ δώσω σοι τὴν γῆν ταύτην καὶ τῶ σπέρματί σου μετὰ σὲ εἰς κατάσχεσιν αἰώνιον.

νῦν οὖν οἱ δύο υἱοί σου οἱ γενόμενοί σοι ἐν Αἰγύπτῳ πρὸ τοῦ με ἐλθεῖν εἰς Αἴγυπτον πρὸς σὲ ἐμοί εἰσιν, Ἐφράιμ καὶ Μανασσή, ὡς Ῥουβὴν καὶ Συμεὼν ἔσονταί μοι·

τὰ δὲ ἔκγονα αἰ δ’ ἄν γεννήσῃς μετὰ ταῦτα ἔσονται ἐπὶ τῷ ὀνόματι τῶν ἀδελφῶν αὐτῶν, κληθήσονται ἐπὶ τοῖς ἐκείνων κλήροις.

ἐγὼ δὲ ἡνίκα ἠρχόμην ἐκ Μεσοποταμίας τῆς Συρίας, ἀπέθανεν Ῥαχὴλ ἡ μήτηρ σου ἐν γῇ Χανάαν, ἐγγίζοντός μου κατὰ τὸν ἱππόδρομον χαβραθὰ τῆς γῆς τοῦ ἐλθεῖν Ἐφράθα· καὶ κατώρυξα αὐτὴν ἐν τῇ ὁδῶ τοῦ ἱππο- δρόμου· αὕτη ἐστὶν Βεθλέεμ.

ἰδὼν δὲ Ἰσραὴλ τοὺς υἱοὺς Ἰωσήφ εἶπεν τίνες σοι οὗτοι ;

εἶπεν δὲ Ἰωσὴφ τῷ πατρὶ αὐτοῦ Υἱοί μού εἰσιν οὓς ἔδωκέν μοι ὁ θεὸς ἐνταῦθα. καὶ εἶπεν Ἰακώβ προσάγαγέ μοι αὐτοὺς ἵνα εὐλογήσω αὐτούς.

οἱ δὲ ὀφθαλμοὶ Ἰσραὴλ ἐβαρυώπησαν ἀπὸ τοῦ γήρους, καὶ οὐκ ἠδύνατο βλέπειν· καὶ ἤγγισεν αὐτοὺς πρὸς αὐτόν, καὶ ἐφίλησεν αὐτοὺς καὶ περιέλαβεν αὐτούς.

καὶ εἶπεν Ἰσραὴλ πρὸς Ἰωσήφ ἰδοὺ τοῦ προσώπου σου οὐκ ἐστερήθην, καὶ ἰδοὺ ἔδειξέν μοι ὁ θεὸς καὶ τὸ σπέρμα σου,

καὶ ἐξήγαγεν Ἰωσὴφ ἀπὸ τῶν γονάτων αὐτοῦ, καὶ προσεκύνησαν αὐτῷ ἐπὶ πρόσωπον ἐπὶ τῆς γῆς.

λαβὼν δὲ Ἰωσὴφ τοὺς δύο υἱοὺς αὐτοῦ, τόν τε Ἐφράιμ ἐν τῇ δεξιᾷ, ἐξ ἀριστερῶν δὲ Ἰσραήλ, τὸν δὲ Μανασσὴ ἐξ ἀριστερῶν, ἐκ δεξιῶν δὲ Ἰσραήλ, ἤγγιαεν αὐτοὺς αὐτῷ.

ἐκτείνας δὲ Ἰσραὴλ τὴν χεῖρα τὴν δεξιὰν ἐπέβαλεν ἐπὶ τὴν κεφαλὴν Ἐφράιμ, οὗτος δὲ ἦν ὁ νεωτερος, καὶ τὴν ἀριστερὰν ἐπὶ τὴν κεφαλὴν Μανασσή, ἐναλλὰξ τὰς χεῖρας.

καὶ ηὐλόγησεν αὐτοὺς καὶ εἶπεν Ὁ θεὸς ᾧ εὐηρέστησαν οἱ πατέρες μου ἐναντίον αὐτοῦ Ἀβραὰμ καὶ Ἰσαάκ, ὁ κύριος ὁ τρέφων με ἐκ νεότητος ἕως τῆς ἡμέρας ταύτης,

ὁ ἄγγελος ὁ ῥυόμενός με ἐκ πάντων τῶν κακῶν, εὐλογήσαι τὰ παιδία ταῦτα· καὶ ἐπικληθήσεται τὸ [*](3 ηὐλόγησεν Α 4 αὐξάνω σε AD sil | πληθύνω] + σε AD sil 5 Ἄι. AD γυπτω] pr γῆ Α | πρὸς σε εἰς Αἶγ’. D sil | Μαννασση Α | Συμεων] pr ὡς AD 6 δ ἀν’] ἀν’ AD | εσονται] pr σοι AD | ἔπι 2°] ἐν AD 7 τῆς Συρίας] τῆς D | η μήτηρ σου Ραχηλ D | χαβρατα D | Εφραθα sup ras B 1?a?b | Βηθλεεμ ΑD sil 8 σοι] ἦσιν D 10 οἱ οφθ. ’δε Α | Ισραηλ] αὐτοῦ AD | γήρως AB ab D sil 10–12 καὶ οὐκ ἠδύνατο......προσεκύνησαν (sup ras usque τῶν γο) rescr A a? 10 οὐκ] οὐχ A a? | ηδυνατο] ἐδύναντο A a? ἠδύναντο D | κα ηγγισεν] + ’δε Α a? 12 αὐτοὺς ΙωσηΦ Α a? D sil | τῆς γῆς] τὴν γῆν D 13 ’δε °] τε D | Μαννασση Α | ἐξ ἀριστερῶν 2°] ἐν τῆ αριστηρα Α τῆ D 14 χεῖρα τὴν δεξιὰν] δέξ’. χεῖρα D | ἐναλλὰξ] ἐναλλάξας D 15 ευλο- D sil | ἐνάντιον BD] ἐνώπιον Α | ο κυριος] ο θςݲ μου D)

98
[*](B) ὄνομά μου ἐν αὐτοῖς καὶ τὸ ὄνομα τῶν πατέρων μου Ἀβραὰμ καὶ Ισαάκ, καὶ πληθυνθείησαν εἰς πλῆθος πολὺ ἐπὶ τῆς γῆς.

ἰδὼν δὲ Ἰωσὴφ ὅτι ἐπέβαλεν ὁ πατὴρ τὴν δεξιὰν αὐτοῦ ἐπὶ τὴν κεφαλὴν Ἐφράιμ, βαρὺ αὐτῷ κατεφάνη· καὶ ἀντελάβετο ’lωσὴφ τῆς χειρὸς τοῦ πατρὸς αὐτοῦ ἀφελεῖν αὐτὴν ἀπὸ τῆς κεφαλῆς Ἐφράιμ ἐπὶ τὴν κεφαλὴν Μανασσή.

εἶπεν δὲ Ἰωσὴφ τῷ πατρὶ αὐτοῦ Οὐχ οὕτως, πάτερ· οὗτος γὰρ ὁ πρωτότοκος, ἐπίθες τὴν δεξιὰν ἐπὶ τὴν κεφαλὴν αὐτοῦ.

καὶ οὐκ ἠθέλησεν, ἀλλὰ εἶπεν Οἶδα, τέκνον, οἷα· καὶ οὗτος ἔσται εἰς λαόν, καὶ οὗτος ὑψωθήσεται· ἀλλὰ ὁ ἀδελφὸς αὐτοῦ ὁ νεώ. τερος μείζων αὐτοῦ ἔσται, καὶ τὸ σπέρμα αι'τοῦ ἔσται εἰς πλῆθος ἐθνῶν.

καὶ καὶ εὐλόγησεν αὐτοὺς ἐν τῇ ἡμέρᾳ ἐκείνη λέγων Ἐν ὑμῖν εὐλογηθήσεται Ἰσραὴλ λέγοντες Ποιήσαι σε ὁ θεὸς ὡς ὡς Μανασσή· καὶ ἔθηκεν τὸν Ἐφράιμ ἔμπροσθεν τοῦ