Genesis

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

ἀπέστειλεν γάρ με ὁ θεὸς ἔμπροσθεν ὑμῶν, ὑπολείπεσθαι ὑμὠν κατάλειμμα τῆς γῆς καὶ ἐκθρέψαι ὑμῶν κατάλειψιν μεγάλην.

νῦν οὖν οὐχ ὑμεῖς με ἀπεστάλκατε ὧδε, ἀλλ’ ἢ ὁ θεός. καὶ ἐποίησέν με ὡς πατέρα Φαραὼ καὶ κύριον παντὸς τοῦ οἴκου αὐτοῦ καὶ ἄρχοντα πάσης γῆς Αἰγύπτου.

σπεύσαντες ὄν ἀνάβητε πρὸς τὸν πατέρα μου καὶ εἴπατε αὐτῷ τάδε λέγει ὁ υἱός σου ἸωσήΦ Ἐποίησέν με ὁ θεὸς κύριον πάσης γῆς Αἰγύπτου· κατάβηθι οὖν πρὸς μέ, καὶ μὴ μείνῃς.

καὶ κατοικήσεις ἐν γῇ Γέσεμ Ἀραβίας, καὶ ἔσῃ ἐγγύς μου σὺ καὶ οἱ υἱοί σου καὶ οἱ υἱοὶ τῶν υἱῶν σου, τὰ πρόβατά σου καὶ αἱ βόες σου καὶ ὅσα σοὶ ἐκεῖ·

καὶ ἐκθρέψω σε ἐκσι, ἔτι γὰρ πέντε ἔτη λιμός. ἵνα μὴ ἐκτριβῇς σὺ καὶ οἱ υἱοὶ σου καὶ πάντα τὰ ὑπάρχοντά σου.

ἰδοὺ οἱ ὀφθαλμοὶ ὑμῶν βλέπουσιν καὶ οἱ ὀφθαλμοὶ Βενιαμεὶν τοῦ ἀδελφοῦ μου ὅτι τὸ στόμα μου τὸ λαλοῦν πρὸς ὑμᾶς.

ἀπαγγείλατε οὑν τῷ πατρί μου πᾶσαν τὴν δόξαν μου τὴν ἐν Αἰγύπτῳ καὶ ὅσα ἴδετε, καὶ ταχύ. ναντες καταγάγετε τὸν πατέρα μου ὧδε.