Genesis

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

εἶπεν δὲ Ἰούδας Θαμὰρ τῇ νύμφῃ αὐτοῦ Κάθου χήρα ἐν τῷ οἴκῳ τοῦ πατρός σου ἕως μέγας γένηται Σηλὼμ ὁ υἱός μου· εἶπεν γάρ Μή ποτε ἀποθάνῃ καὶ οὗτος ὥσπερ οἱ ἀδελφοὶ αὐτοῦ. ἀπελθοῦσα δὲ Θαμάρ ἐκάθητο ἐν τῷ οἴκῳ τοῦ πατρὸς αὐτῆς.

ἐπληθύνθησαν δὲ αἱ ἡμέραι καὶ ἡμέραι καὶ ἀπέθανεν Σαύα ἡ γυνὴ Ἰούδα· καὶ παρακληθεὶς Ἰούδας ἀνέβη ἐπὶ κείρονταςτὰ πρόβατα αὐτοῦ, αὐτὸς καὶ Εἱρᾶς ὁ ποιμὴν αὐτοῦ ὁ Ὀδολλαμείτης, εἰς Θαμνά.

καὶ ἀπηγγέλη Θαμὰρ τῇ νύμφῃ αὐτοῦ λέγοντες ἰδοὺ ὁ πενθερός σου ἀνέβη εἰς Θαμνὰ κεῖραι τὰ πρόβατα αὐτοῦ.

κα ὶ περιελομένη τὰ ἱμάτια τῆς χηρεύσεως ἀφ’ ἑαυτῆς περιεβάλετο θερίστρῳ καὶ ἐκαλλωπίσατο, καὶ ἐκάθισεν πρὸς ταῖς πύλαις Αἰνάν, ἥ ἐστιν ἐν παρόδῳ Θαμνά. ἴδεν γὰρ ὅτι μέγας γέγονεν Σηλὼμ ὁ υἱὸς αὐτοῦ, αὐτὸς δὲ οὐκ ἒδωκεν αὐτὴν αὐτῷ γυναῖκα.

καὶ ἰδὼν αὐτὴν Ἰούδας ἒδοξεν αὐτὴν πόρνην εἶναι· κατεκαλύψατο γὰρ τὸ πρόσωπον αὐτῆς, καὶ οὐκ ἐπέγνω αὐτήν.

ἐξέκλινεν δὲ πρὸς αὐτὴν τὴν ὁδὸν καὶ εἶπεν αὐτῇ Ἒασόν με εἰσελθεῖν πρὸς σέ· οὐ γὰρ ἒγνω ὃτι ἡ νύμφη αὐτοῦ ἐστίν. ἡ δὲ εἶπεν Τί μοι δώσεις ἐὰν εἰσέλθῃς πρὸς μέ ;

ὁ δὲ εἶπεν Ἐγὠ σοι ἀποστέλλω ἔριφον αἰγῶν ἐκ τῶν προβάτων. ἡ δὲ εἶπεν Ἐὰν δῷς ἀρραβῶνα ἕως τοῦ ἀποστεῖλαί σε.

ὁ δὲ εἶπεν τίνα τὸν ἀρραβῶνά σοι δώσω ; ἠ’ δὲ εἶπεν τὸν δακτύλιόν σου καὶ τὸν ὁρμίσκον καὶ τὴν ῥάβδον τὴν ἐν τῇ χειρί σου. καὶ ἔδωκεν αὐτῇ, καὶ εἰσῆλθεν πρὸς αὐτήν· καὶ ἐν γαστρὶ ἔλαβεν ἐξ αὐτοῦ.

καὶ ἀναστᾶσα ἀπῆλθεν, καὶ περιείλατο τὸ θέριστρον ἀφ’ ἑαυτῆς, καὶ ἐνεδύσατο τὰ ἱμάτια τῆς αὐτῆς.

ἀπέστειλεν δὲ Ἰούδας τὸν ἔριφον ἐξ αἰγῶν ἐν ὶ τοῦ ποιμένος αὐτοῦ τοῦ ’oδολλαμείτου, κομίσασθαι τὸν ἀρραβῶνα παρὰ τῆς γυναικός· καὶ οὐχ εὗρεν αὐτήν.

ἐπηρώτησεν δὲ τοὺς ἂνδρας τοὺς ἐπὶ τοῦ τόπου Ποῦ ἐστιν ἡ πόρνη ἡ γενομένη ἐν Αἰνὰν τῆς ὁδοῦ ; καὶ εἶπαν οὐκ ἦν ἐνταῦθα πόρνη.

καὶ ἀπεστράφη πρὸς Ιούδαν καὶ εἶπεν οὐχ εὗρον, καὶ οἱ ἄνθρωποι οἱ ἐκ τοῦ τόπου λέγου. [*](DE) [*](11 τῆ νύμφη αὐτοῦ] + μέτα τὸ ἀποθανεῖν τοὺς δύο υιο[υς αὐτοῦ] D Ι ὡσπερ] + καὶ D silE 12 Ιουδας] Ιουδα Α* ς superscr Α1) | επι] πρὸς E | Ἴρας E Οθολλαμιτης E | Θαμνα D silE] Θαιμνα Α 13 ανεβη] ἀναβαίνει D sil 14 θερίστρῳ] θέριστρον D sil τὸ θέριστρον E | ἐκάθισεν D silE] εκαθεισαν Α ἔιδεν D | om ο υιος αυτου D silE 15 αυτης] εασrης D 16 με Α Ι ου γὰρ ἔγνω] καὶ οὐκ ἐπέγνω Evid | η νύμφη] om η E | δώσεις μοι D 17 προβατων] + μου D silE 18 δώσω] δῶ D 19 ἀνάστας A* (α A1? a?) E | TreptetXaro DE] περιεβάλετο Α Ι τὸ θέριστρον] + ἀύτης D sil | ἁ τῆς] + αφ εαυτης Α ἀφ’ ἑαυτῆς E 20 ἐξ αἰγὼν] ἐκ τῶν αἰγὼν D | Οδολλαμιτου D Οδολλαμητου E 21 ἔπι Ι°] ἐκ DE | που ἐστιν] pr καὶ αὐτοῖς D και εἰ..] ις D) 22 ἐπεστράφη D)

75
σιν μὴ εἶναι ἐνταῦθα πόρνην.

εἶπεν δὲ Ἰούδας Ἐχέτω αὐτά, ἀλλὰ [*](Α) μή ποτε καταγελασθῶμεν· ἐγὼ μὲν ἀπέσταλκα τὸν ἔριφον τοῦτον, σὺ δὲ οὐχ εὕρηκας.

ἐγένετο δὲ μετὰ τρίμηνον ἀπηγγέλη τῷ Ἰούδᾳ λέ- γοντες Ἐκπεπόρνευκεν Θαμάρ ἡ νύμφη σου, καὶ ἰδοὺ ἐν γαστρὶ ἕλει ἐκ πορνείας. εἶπεν δὲ Ἰούδας Ἐξαγάγετε αὐτὴν καὶ κατακαυθήτω.

αὐτἠ δὲ ἀγομένη ἀπέστειλεν πρὸς τὸν πενθερὸν αὐτῆς λέγουσα Ἐκ τοῦ ἀνθρώπου τίνος ταῦτά ἐστιν ἐγὼ ἐν γαστρὶ ἔχω· καὶ εἶπεν Ἐπίγνωθι τίνος ὁ δακτύλιος κα ὁ ὁρμίσκος καὶ ἡ ῥάβδος αὕτη.

ἐπέγνω δὲ Ἰούδας καὶ εἶπεν Δεδικαίωται Θαμὰρ ἢ ἐγώ, οὗ εἵνεκεν οὐκ ἔδωκα αὐτὴν Σηλὼμ τῷ υἱῷ μου· καὶ οὐ προσέθετο ἔτι τοῦ γνῶναι αὐτήν.

ἐγένετο δὲ ἡνίκα ἒτεκεν, καὶ τῇδε ἦν δίδυμα ἐν τῇ κοιλίᾳ αὐτῆς.

ἐγένετο δὲ ἐν τῷ τίκτειν αὐτὴν ὁ εἷς προεξήνεγκεν τὴν χεῖρα· λαβοῦσα δὲ ἡ μαῖα ἔδησεν ἐπὶ τὴν χεῖρα αὐτοῦ κόκκινον, λέγουσα Οὖ τος ἐξελεύσεται πρότερος.

ἠὼς δὲ ἐπισυνήγαγεν τὴν χεῖρα, καὶ εὐθὺς ἐξῆλθεν ὁ ἀδελφὸς αὐτοῦ. ἡ δὲ εἶπεν Tt διεκόπη διὰ σὲ φραγμός ; καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Φάρες.

καὶ μετὰ τοῦτο ἐξῆλθεν ὁ ἀδελφὸς αὐτοῦ, ἐφ’ ᾧ ἦν ἐπὶ τὴν χεῖρα αὐτοῦ τὸ κόκκινον· καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Ζάρα.