Genesis

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ εἶπεν αὐτοῖς Ἀκούσατε τοῦ τούτου οὗ ἐνυπνιάσθην.

ᾤμην ὑμᾶς δεσμεύειν δράγματα ἐν μέσῳ πεδίῳ· καὶ ἀνέστη τὸ ἐμὸν δρόγμα καὶ ὠρθώθη· περιστραφέντα δὲ τὰ δράγματα ὑμῶν προσεκύνησαν τὸ ἐμὸν δράγμα.

εἶπαν δὲ αὐτῷ ἀδελφοί Μὴ βασιλεύων βασιλεύσεις ἐφ’ ἡμᾶς ἢ κυριεύων κυριεύσεις ἡμῶν ; καὶ προσέθεντο ἔηι μισεῖν αὐτὸν ἕνεκεν τῶν ἐνυπνίων αὐτοῦ καὶ ἓνεκεν τῶν ῥημάτων αὐτοῦ.

ἴδεν δὲ ἐνύπνιον ἕτερον, καὶ διηγήσατο αὐτὸ τῷ πατρὶ αὐτοῦ καὶ τοῖς ἀδελφοῖς αὐτοῦ, καὶ εἶπεν ἰδοὺ ἐνυπνιάσθην ἐνύπνιον ἕτερον· ὥσπερ ὁ ἥλιος καὶ ἡ σελήνη καὶ ἕνδεκα ἀστέρες προσεκύνουν με.

καὶ ἐπετίμησεν αὐτῷ ὁ πατὴρ αὐτοῦ καὶ εἶπεν Τί τὸ ἐνύπνιον τοῦτο ὃ ἐνυπνιάσθης ; ἀρά γε ἐλθόντες ἐλευσόμεθα ἐγώ τε καὶ ἡ μήτηρ σου καὶ οἱ ἀδελφοί σου προσκυνῆσαί σοι ἐπὶ τὴν γῆν ;

ἐξήλωσαν δὲ αὐτὸν οἱ ἀδελφοὶ αὐτοῦ· ὁ δὲ αὐτοῦ διετήρησεν τὸ ῥῆμα.

Ἐπορεύθησαν δὲ οἱ ἀδελφοὶ βόσκειν τὰ πρόβατα τοῦ πατρὸς αὐτῶν εἰς Συχέμ.

καὶ εἶπεν πρὸς ’lωσήφ οὐχ οἱ ἀδελφοί σου ποιμαίνουσιν ἐν Συχέμ; δεῦρο ἀποστείλω σε πρὸς αὐτούς. εἶπεν δὲ αὐτῷ ἰδοὺ ἐγώ.

εἶπεν δὲ αὐτῷ Ἰσραήλ ΙΙορευθεὶς ἴδε εἰ ὑγιαίνουσιν οἱ ἀδελφοί σου καὶ τὰ πρόβάτα, καὶ ἀνάγγειλόν μοι. καὶ ἀπέστειλεν αὐτὸν ἐκ τῆς κοιλάδος τῆς [*](2 ἔπτα] pr καὶ E Ι τὰ πρόβατα] + του πατρὸς αὐτοῦ D 3 Ισραηλ D | υἵους] ἀδελφοὺς DE 4 ἰδόντες] ειδοντες Α I οἱ ἀδελφοὶ] pr αυ[τον] D | ἐφίλει ο πατηρ] ο π φίλει D sil (Dvid) E j om αὐτοῦ 2° E Ι 2°] + οἱ ἀδελφοὶ αὐτοῦ D | ἠδύναντο D sil E Ι οὐθὲν D 5 αὐτὸ AD] ἀυτῶ ( superset Eb?) 6 ἠνυπνιάσθην D 7 δραχματα, δραχμα ADE | ἐν μέσω τὼ πεδίω] ἐν τὼ πεδίω D εν μέσω του πεδίου E [ δραγχματα, δραγχμα Α δραχματα, δραχμα δραιμα E edit) DE 8 οἱ ἀδελφοὶ] + αὐτοῦ | κυριεύεις Ε | ῥημάτων] λογων Ε 9 ειδε[ν]D sil | om αὐτὸ Ε Ι ἢν] ἐνυπνιασάμην D silE 10 εἶπεν] + ἀυτῶ D silE 11 δίε. διετήρει Ε 13 ἐν Συχεμ] εἰς Σ. D sil Ε 14 καὶ 2 εἰ Α | ἀπάγγειλον D)

72
[*](A) Χεβρών. καὶ ἦλθεν εἰς Συχέμ.

καὶ εὗρεν αὐτὸν ἄνθρωπος πλανὠμἐνον ἐν τῷ πεδίῳ· ἠρώτησεν δὲ αὐτὸν ὁ ἄνθρωπος λέγων Τί ζητεῖς ;