Genesis

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

ὁ δὲ εἶπεν τοὺς ἀδελφούς μου ζητῶ· ἀπάγγειλόν μοι ποῦ βόσκουσιν.

εἶπεν δὲ αὐτῷ ὁ ἄνθρωπος Ἀπήρκασιν ἐντεῦθεν· ἤκουσα γὰρ αὐτῶν λεγόντων ΙΙορευθῶμεν εἰς Δωθόειμ. καὶ ἐπορεύθη ἸωσήΦ κατόπισθεν τῶν ἀδελφῶν αὐτοῦ, καὶ εὗρεν αὐτοὺς εἰς Δωθάειμ.

πρόιδον δὲ αὐτὸν μακρόθεν πρὸ τοῦ ἐγγίσαι αὐτὸν πρὸς αὐτούς· καὶ ἐπορεύοντο ἀποκτεῖναι αὐτόν.

εἶπαν δὲ ἕκαστος πρὸς τὸν ἀδελφὸν αὐτοῦ ἰδοὺ ὁ ἐνυπνιαστὴς ἐκεῖνος ἔρχεται·

νῦν οὖν δεῦτε ἀποκτείνωμεν αὐτόν, καὶ ῥίψομεν αὐτὸν εἰς ἕνα τῶν λάκκων, καὶ ἐροῦμεν Θηρίον πονηρὸν κατέφαγεν αὐτόν· καὶ ὀψόμεθα τί ἒστιν τὰ ἐνύπνια αὐτοῦ.

ἀκούσας δὲ Ῥουβὴν ἐξείλατο αὐτὸν ἐκ τῶν χειρῶν αὐτῶν, καὶ εἶπεν Οὐ πατάξομεν αὐτὸν εἰς ψυχήν.

εἶπεν δὲ αὐτοῖς Ῥουβὴν Mr) ἐκχέητε αἷμα· ἐμβάλετε δὲ αὐτὸν εἰς ἕνα τῶν λάκκων τῶν ἐν τῆ ἐρήμῳ, χεῖρα δὲ μὴ ἐπενέγκητε αὐτῷ· ὅπως ἐξέληται αὐτὸν ἐκ τῶν χειρῶν αὐτῶν καὶ ἀποδῷ αὐτὸν τῷ πατρὶ αὐτοῦ.

ἐγένετο δὲ ἡνίκα ἦλθεν ἸωσὴΦ πρὸς τοὺς ἀδελφοὺς αὐτοῦ, ἐξέδυσαν τὸν Ἰωσὴφ τὸν χιτῶνα τὸν ποικίλον τὸν περὶ αὐτόν,

καὶ λαβόντες αὐτὸν ἔρριψαν εἰς τὸν λάκκον· ὁ δὲ λάκκος ἐκεῖνος ὕδωρ οὐκ εἶχεν.

ἐκάθισαιν δὲ φαγεῖν ἄρτον· καὶ ἀναβλέψαντες τοῖς ὀφθαλμοῖς ἴδον, καὶ ἰδοὺ ὁδοιπόροι Ἰσμαηλεῖται ἤρχοντο ἐκ Γαλαὰδ, καὶ οἱ κάμηλοι αὐτῶν ἔγεμον θυμιαμάτων καὶ ῥιτίνης καὶ στακτῆς· ἐπορεύοντο δὲ καταγαγεῖν εἰς Αἴγυπτον.