Genesis

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ εὐδοκήσας προσεκύνησα κυρίῳ, καὶ εὐλόγησα Τύριον τὸν θεὸν τοῦ κυρίου μου Ἀβραάμ, ὅς εὐόδωσέν μοι ἐν ὁδῷ ἁληθείας, λαβεῖν τὴν θυγατέρα τοῦ ἀδελφοῦ τοῦ κυρίου μου τῷ υἱῷ αὐτοῦ.

εἰ οὖν ποιεῖτε ὑμεῖς ἕλεος κοὶ δικαιοσύνην πρὸς τὸν κύριόν μου, ἀπαγγείλατέ μοι, ἵνα ἐπιστρέψω εἰς δεξιὰν ἢ εἰς ἀριστερόν.

ἀποκριθεὶς δὲ Λαβὰν καὶ Βαθουὴλ εἶπαν Παρὰ κυρίου ἐξῆλθεν τὸ πρόσταυμα τοῦτο· οὐ α οὖν σοι ἀντειπεῖν κακὸν καλῶ.

ἰδοὺ Ῥεβέκκα ἐνώπιόν , λαβὼν ἀπότρεχε· καὶ ἴστω γυνὴ τῷ υἱῷ τοῦ κυρίου σου, καθὰ Κύριος.

ἐγένετο δὲ ἐν τῷ ἀκοῦσαι τὸν παῖδα τὸν τὸν Ἀβραὰμ [*](ℵD 40 om ο θέο, ℵ D | ἐνάντιον μετα] με sup ras Aa 41 ἐκ] α]το ℵ | τὴν φυλὴν μου] τὴν ἐμὴν φ. D Ι om καὶ ° D 43 ἕστηκα] pr ras , ut vid litt Α* Ι τὴν πηγὴν] τῆς πηγῆς ℵDsil | καὶ αἰ θ.] αἰ ’δε θ. D | πολ. εξελευσουται] ς εξε sup ras Α 1 ’ ἔξελ’. ΑD] ἐκπορεύονται ℵ 44 πίε και συ ℵ και πίε D sil Ι τὼ θερ. αὐτοῦ ℵ 45 πρὸ του] πρὶν η D Ι om μου ℵ | ευθυς] καὶ ἴδου D | ωμων] + ἀύτης ℵ 46 om ἔπι ’τον βραχ. ℵ D| τὰς ° sup ras Α 1 47 τινος θυγ.] θυγ. τινος Dsil Ι om αναγγιλον μοι D | om eyw Dsil | περιέθηκα] α sup ras 2 litt A 1 | eTrt] πέρι Dsil 49 δεξιὰ η ἀριστερὰ D 50 καὶ Λαβαν D 51)

41
τῶν ῥημάτων τούτων, προσεκύνησεν ἐπὶ τὴν γῆν κυρίῳ.

καὶ ἐξενἐγκας [*](Α) ὁ παῖς σκεύη ἀργυρᾶ καὶ χρυσᾶ καὶ ἱματισμὸν ἔδωκεν Ῥεβέκκᾳ, καὶ δῶρα ἔδωκεν τῷ ἀδελφῷ αὐτῆς καὶ τῆ̣ μητρὶ αὐτῆς.

καὶ ἔφαγον καὶ ἔπιον αὐτὸς καὶ οἱ ἄνδρες οἱ μετ’ αὐτοῦ ὄντες, καὶ ἑ ἐκοιμήθησαν. καὶ ἀναστὰς πρωὶ εἶπεν § Ἐεκπέμψατέ με ἵνα ἀπέλθω πρὸς τὸν κύριόν [*](§ E) μου.

εἶπαν δὲ οἱ ἀδελφοὶ αὐτῆς καὶ ἡ μήτηρ Μεινάτω ἡ παρθένος μεθ’ ἡμῶν ἡμέρας ὡσεὶ δέκα, καὶ μετὰ ταῦτα ἀπελεύσεται.

ὁ δὲ εἶπεν πρὸς αὐτούς Μὴ κατέχετέ με, καὶ κύριος εὐόδωσεν τὴν ὁδόν μου· ἐκπέμψατέ με ἵνα ἀπέλθω πρὸς τὸν κύριόν μου.

οἱ δὲ εἶπαν Καλέσωμεν τὴν παῖδα καὶ ἐπερωτήσωμεν τὸ στόμα αὐτῆς.

καὶ ἐκάλεσαν Ρεβέκκαν καὶ εἶπαν αὐτῇ Πορεύσῃ μετὰ τοῦ ἀνθρώπου τούτου ; καὶ εἶπεν Ποφεύσομαι.

καὶ ἐξέπεμψαν Ρρνῤλλσν τὴν ἀδελφὴν αὐτῶν καὶ τὰ ὑπάρχοντα σὐτῆς, καὶ τὸν παῖδα τὸν Ἀβραὰμ καὶ τοὺς μετ’ αὐτοῦ.

καὶ εὐλόγησαν Ῥεβέκκαν τὴν ἀδελφὴν αὐτῶν καὶ εἶπαν αὐτῇ Ἀδελφὴ ἡμῶν εἶ· γίνου εἰς χιλιάδας μυριάδων, καὶ κληρονομησάτω τὸ σπέρμα σου τὰς πόλεις τῶν ὑπεναντίων.

Ἀναστᾶσα δὲ Ῥεβέκκα καὶ αἱ ἅβραι αὐτῆς ἐπέβησαν ἐπὶ τὰς καμήλους, καὶ ἐπορεύθησαν μετὰ τοῦ ἀνθρώπου· καὶ ἀναλαβὼν ὁ παῖςτὴν Ῥεβέκκαν ἀπῆλθεν.

Ἰσαὰκ δὲ ἐπορεύετο διὰ τῆς ἐρήμου κατὰ τὸ φρέαρ τῆς ὁράσεως· αὐτὸς δὲ κατῴκει ἐν τῇ γῇ τῇ πρὸς λίβα.

καὶ ἐξῆλθεν Ἰσαὰκ ἀδολεσχῆσαι εἰς τὸ πεδίον τὸ πρὸς δείλης, καὶ ἀναβλέψας τοῖς ὀφθαλμοῖς ἴδεν καμήλους ἐρχομένας.

καὶ ἀναβλέψασα Ρεβέκκα τοῖς ὀφθαλμοῖς ἴδεν τὸν Ἰσαὰκ καὶ κατεπήδησεν ἀπὸ τῆς καμήλου,

καὶ εἶπεν τῶ παιδί τίς ἐστιν ὁ ἄνθρωπος ἐκεῖνος ὁ πορευόμενος ἐν τῷ πεδίῳ εἰς συνάντησιν ἡμῖν ; εἶπεν δὲ ὁ παῖς οὗτός ἐστιν ὁ κύριός μου· ἡ δὲ λαβοῦσα τὸ θέριστρον περιεβάλετο.

καὶ διηγήσατο ὁ παῖς τῷ Ἰσαὰκ πάντα τὰ ῥήματα ἃ ἐποίησεν.

εἰσῆλθεν δὲ Ἰσαὰκ εἰς τὸν οἶκον τῆς μητρὸς αὐτοῦ καὶ ἔλαβεν τὴν Ῥεβέκκαν, καὶ ἐγένετο αὐτοῦ γυνή, καὶ ἠγάπησεν αὐτήν· καὶ παρεκλήθη Ἰσαὰκ περὶ Σάρρας τῆς μητρὸς αὐτοῦ.