Genesis

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

Προσθέμενος δὲ Ἀβραὰμ ἔλαβεν γυναῖκα ᾗ ὄνομα Xεττούρα. [*](52 Τυρίῳ] pr τὼ D ω κݲωݲ) 53 χρυσα] Pr σκεύη D 54 πεψατε] τε Ε 55 οἱ ἀδελφοὶ καὶ η μ. ἀύτης E Ι μεθ’ ἤμων η παρθ. E μέτα ταύτα] μετ’ ἀυτὰ D 56 καὶ] + γὰρ Ε Τ ἐπερωτήσωμεν AD] ἐρωτήσωμεν Ε 58 καὶ ειπεν] η ’δε εἶπεν D δε e...) E 60 ηὐλόγησαν Ε | καὶ 3° των υ rescr Ab 61 Ρεβελλα] + α]πη[λ]θ[εω] D | μέτα τὸ sup ras Ab (periit ut vid ανݲοݲυݲ) Ι καὶ αναλ.] αναλ. ’δε Ε 62 om 2° E 63 om τὸ 2° Ε 65 om ἐν τὼ πεδίω E (hab D) 66 α ἐποίησεν] ταύτα Ε 67 τῆς μητρὸς] τῆς μ sup ras Α 1 XXV 1 προσθέμενος] σθε sup ras Aa | om ’δε E)

42
[*](Α)

ἔτεκεν δὲ αὐτῷ τὸν Ζεβρὰν καὶ τὸν Ἰεξὰν καὶ τὸν τὸν καὶ τὸν Μαδιάμ καὶ τὸν Ἰεσβὸκ καὶ τὸν Σωύε.

Ἰεξάν δὲ ἐγέννησεν τὸν Σαβᾶν καὶ τὸν Θαιμὰν καὶ τὸν Δαιδάν· υἱοὶ δὲ Δαιδὰν ἐγένοντο Ῥαγουὴλ καὶ Ναβδεὴλ καὶ Ἀσουρὶμ καὶ Λατουσιεὶμ καὶ Λοωμείμ·

υἱοὶ δὲ Μαδιὰμ Γεφὰρ καὶ Ἄφερ καὶ Ἑνὼχ καὶ Ἀβιρὰ καὶ Θεργαμά. οὗτοι πάντες ἦσαν υἱοὶ Χεττούρας.

ἔδωκεν δὲ Ἀβραὰμ πάντα τὰ ὑπάρχοντα αὐτοῦ Ἰσαὰκ τῷ υἱῷ αὐτοῦ·

καὶ τοῖς υἱοῖς τῶν παλλακῶν αὐτοῦ ἔδωκεν Ἀβραὰμ δόματα, καὶ ἐξαπέστειλεν αὐτοὺς ἀπὸ Ἰσαὰκ τοῦ υἱοῦ αὐτοῦ ἔτι ζῶντος αὐτοῦ πρὸς ἀνατολὰς εἰς γῆν ἀνατολῶν.

ταῦτα δὲ τὰ ἔτη ἡμερῶν ζωῆς Ἀβραὰμ ὅσα ἔζησεν, ἑκατὸν ἑβσομήκοντα πέντε ἔτη·

καὶ ἐκλείπων ἀπέθανεν Ἀβραὰμ ἐν γήρει καλῷ πρεσκαὶ πλήρης ἡμερῶν, καὶ προσετέθη πρὸς τὸν λαὸν αὐτοῦ.

καὶ ν αὐτὸν Ἰσαὰκ καὶ Ἰσμαὴλ οἱ δύο υἱοὶ αὐτοῦ εἰς τὸ σπήλαιον τὸ διπλοῦν, εἰς τὸν ἀγρὸν Ἐφρὼν τοῦ Σάαρ τοῦ ετταίου, ὅ ἐστιν ἀπέναντι Μαμβρή,

τὸν ἀγρὸν καὶ τὸ σπήλαιον ὃ ἐκτήσατο Ἀβραὰμ παρὰ τῶν υἱῶν Χέτ· ἐκεῖ ἔθαψαν Ἀβραὰμ καὶ Σάρραν τὴν αὐτοῦ.

ἐγένετο δὲ μετὰ τὸ ἀποθανεῖν Ἀβραὰμ εὐλόγησεν ὁ θεὸς τὸν Ἰσαὰκ τὸν υἱὸν αὐτοῦ· καὶ κατῲκησεν Ἰσαὰκ παρὰ τὸ φρέαρ τῆς

Αὗται δὲ αἱ γενέσεις Ἰσμαὴλ τοῦ υἱοῦ Ἀβραάμ, ὃν Ἁγὰρ ἡ παιδίσκη Σάρρας τῷ Ἀβραάμ.

καὶ ταῦτα τὰ ὀνόματα σμαὴλ κατ’ ὄνομα τῶν γενεῶν αὐτοῦ· πρωτότοκος Ἱσμαὴλ Ναβαιώθ, καὶ Κηδὰρ καὶ Ναβδεὴλ καὶ ασσὰμ

καὶ Μασμὰ καὶ Ἰδουμὰ καὶ Μασσὴ

καὶ Χοδδὰν καὶ Θαιμὰν καὶ Ἰετοὺρ καὶ Ναφὲς καὶ Κέδμα.

οὗτοί εἰσιν οἱ υἱοὶ Ἰσμαήλ, καὶ ταῦτα τὰ ὀνόματα αὐτῶν ἐν ταῖς σκηναῖς αὐτῶν καὶ ἐν ταῖς ἐπαύλεσιν αὐτῶν· δώδεκα ἄρχοντες κατὰ [*](DE 2 Ζεβραν Α*Ε] Εεμβραν Aa Ζομβραν D sil Ι Ιεξαν Α (post ε ras I lit Α?) D] Ιεκταν E Ι Μαδδαιμ] Μαδαι Α? Μαδαν DE Ι Ιεσβουκ D Ιεσοκ E 3 Ιεξαν Α b D] Ιεζαν Α* Ιεκταν E | Σαβα E | Θεμαν E | Δαιδαν 1°] Μαδιαμ Δαιδαν 2°] Δαιδαμ D Δαίδα D) Ι Ραγουηλ] Ρασου[ηλ] D Ι Αδδουριειμ Α . σο . ριειμ D) Ασσουριηλ Ε | Λατουριειμ D | Λοωμειν D εἰν D b) E Γαιφαρ DE Ι Αφερ] ε sup ras Db | Αβιρα AD] Ἀβία E | Θεργαμα] Θ]ερπαμ[α] D ρπαμα rescr D b) Αραγα Ε*\ Εαραγα Εα) Ea) | πάντες ουτοι DE 6 δώματα Ε 7 om πέντε E 8 ’τον λαον] τοὺς πατέρας D πα...ας τοὺς πρας E 9 om δύο Dsil | Χετγαιου E | ο ἐστιν ΑD ὃς ἐστιν E 10 om πάρα ὧν ὑιῶν Χετ E | του Xer D sil 11 ηὐλόγησεν E Ι ’τον υἱὸν] om ’τον Ε 12 om ’δε E | η παιδίσκη] om η E 13 κατ’ ὄνομα AD] κ τα ὀνόματα E | Ναβαιωθ] Ναιβεωρ E | Ναβδαιηλ D Ι ασσαμ] Μασσαν D Μαβσαμ E 14 Μασμαν DE | Ιδουμαν E Ι Μαδδη] Μανασση D 15 Χοδδαν] Χαλδα D Χοδδαδ Ε | Θαιμαν Θημαν D Θημ...) E | Ιεττουρ DE | Ναφεθ D | Κεδμαν D 16 om οἱ E)

43
ἔθνος αὐτῶν.

καὶ ταῦτα τὰ ἔτη τῆς ζωῆς Ἰσμαήλ, ἑκατὸν τριά- [*](Α) κοντα ἑπτὰ ἔτη· καὶ ἐκλείπων ἀπέθανεν καὶ προσετέθη πρὸς τὸ γένος αὐτοῦ.

κατῴκησεν δὲ ἀπὸ Εὑειλὰτ ἕως Σουήλ, ἥ ἐστιν κατὰ πρόσ- ωπον Αἰγύπτου ἕως ἐλθεῖν πρὸς Ἀσσυρίους· κατὰ πρόσωπον πάντων τῶν ἀδελφῶν αὐτοῦ κατῴκησεν.

αὗται αἱ γενέσεις τοῦ υἱοῦ Ἀβραάμ· Ἀβραὰμ ἐγέννησεν τὸν Ἰσαάκ.

ἦν δὲ ἐτῶν τεσσεράκοντα ὅτε ἔλαβεν τὴν Ῥεβέκκαν θυγατέρα Βαθουὴλ τοῦ Σύρου ἐκ τῆς Μεσοποταμίας, ἀδελφὴν Λαβὰν τοῦ Σύρου, ἑαυτῷ γυναῖκα.