Genesis

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

μἠ ἀδυνατεῖ παρὰ τῷ ; εἰς τὸν καιρὸν τοῦτον ἀναστρέψω πρὸς σὲ εἰς ὥρας, καὶ ἔσται τῇ Σάρρᾳ υἱός.

ἠρνήσατο δὲ Σάρρα λέρυσα Οὐκ ἐγέλασα· ἐφοβήθη γἀρ. γάρ. καὶ εἶπεν Οὐχί, ἀλλὰ ἐγέλασας.

Ἐξαναστάντες δὲ ἐκεῖθεν οἱ ἄνδρες κατέβλεψαν ἐπὶ πρόσωπον Σοδόμων μαὶ Γομόρρας· Ἀβραὰμ δὲ συνεπορεύετο μετ’ αὐτῶν συνπροπέμπων αὐτούς.

ὀ δὲ κύριος εἶπεν Μἠ κρύψω ἐγὼ ἀπὸ Ἀβραὰμ τοῦ παιδός μου αἰ ἐγὼ ποιῶ ;

Ἁβραάμ δὲ γινόμενος ἔσται εἰς ἔθνος μέγα καὶ πολύ, καὶ ἐνευλογηθήσονται ἐν αὐτῷ πάντα τὰ ἔθνη τῆς γῆς.

ᾔδειν γὰρ ὅτι συντάξει τοῖς υἱοῖς αὐτοῦ καὶ τῷ οἴκῳ αὐτοῦ μεθ’ ἑαυτόν, καὶ φυλάξουσιν τὰς ὁδοὺς Κυρίου ποιεῖν δικαιοσύνην καὶ κρίσιν, ὅπως ἄν ἐπαγάγῃ Κύριος ἐπὶ Ἀβραὰμ πάντα ὅσα ἐλάλησεν ἐπ’ αὐτόν.

εἶπεν δὲ Κύριος Κραυγὴ Σοδόμων καὶ Γομόρρας πεπλήθυνται, καὶ αἱ ἁμαρτίαι αὐτῶν μεγάλαι σφόδρα.

καταβὰς οὖν ὄψομαι εἰ κατὰ τὴν κραυγὴν αὐτῶν τὴν ἐρχομένην πρὸς μὲ συντελοῦνταί· εἰ δὲ μή, ἵνα γνῶ.

Καὶ ἀποστρέψαντες ἐκεῖθεν οἱ ἄνδρες ἦλθον εἰς Σόδομα· Ἀβραὰμ δὲ ἦν ἑστηκὼς ἐναντίον Κυρίου.

καὶ ἐίσας [*](5 om εἰς τὴν ὀδὸν ὑμῶν D | εἶπαν D | καθὰ D 7 ἔλαβεν D sil 8 ἔφα. D 10 om εἶπεν ’δε D 11 γείνεσθαι Α | γυναίκια AD 13 ὅτι] pr τι D 14 του θεοῦ D 16 ἐφοβήθην D* 16 om αὐτοὺς D 18 γεινόμενοι Α 19 ησειν] ἔιδεν D | καὶ τὼ οἴκω αὐτοῦ μεθ’ ἑαυτὸν ] μετ’ αὐτὸν κα τὼ οἴκω αὐτοῦ D | om ἀν’ D | ἐπ’ αυτον] πρὸς αὐτὸν D sil 20 Γομορρων D 22 ἔναντι D * (superscr ὂν Da))

28
[*](Α) Ἀβραὰμ εἶπεν Mὴ συναπολέσῃς δίκαιον μετὰ ἀσεβοῦς, καὶ ἱστᾶι ὁ [*](§ D) δίκαιος ὡς ὁ ἀσεβής.

ἐὰν ὦσιν πεντήκοντα ἐν τῇ πόλει δίκαιοι, [*](§ Ε) ἀπολεῖς αὐτούς; οὐκ ἀνήσεις τὸν τόπον ἕνεκεν τῶν πεντήκοντα § δικαίων, ἐὰν ὦσιν ἐν αὐτῇ ;

μηδαμῶς σὺ ποιήσεις ὡς τὸ ῥῆμα τοῦτο, τοῦ ἀποκτεῖναι δίκαιον μετὰ ἀσεβοῦς, καὶ ἱστᾶι ὁ δίκαιος ὡς ὁ ἀσεβής· μηδαμῶς. ὁ κρίνων πᾶσαν τὴν γῆν, οὐ ποιήσεις κρίσιν ;

εἶπεν δὲ [*](¶ D) κύριος Ἐὰν εὕρω ἐν Σοδόμοις ¶ πεντήκοντα δικαίους ἐν τῇ πόλει, ἀφήσω πάντα τὸν τόπον δι’ αὐτούς.

καὶ ἀποκριθεὶς Ἀβραὰμ εἶπεν Νῦν ἠρξάμην λαλῆσαι πρὸς τὸν κύριον, ἐγὼ δέ εἰμι γῆ καὶ σποδός·

ἐὰν δὲ ἐλαττονωθῶσιν οἱ πεντήκοντα δίκαιοι πέντε, ἀπολεῖς ἕνεκεν τῶν πέντε πᾶσαν τὴν πόλιν ; καὶ εἶπεν ὅτι Οὐ μὴ ἀπολέσω ἐὰν εὕρω ἐκεῖ τεσσεράκοντα πέντε.

καὶ προσέθηκεν ἔτι λαλῆσαι πρὸς αὐτὸν καὶ Ἐὰν δὲ εὑρεθῶσιν ἐκεῖ τεσσεράκοντα; καὶ εἶπεν Οὐ μὴ ἀπολέσω τῶν τεσσεράκοντα.

καὶ εἶπεν Μή τι, κύριε, ἐὰν λαλήσω· ἐὰν δὲ εὑρεθῶσιν ἔκει τριάκοντα; καὶ εἶπεν Οὐ μὴ ἀπολέσω ἐὰν εὑρεθῶσιν ἐκεῖ τριάκοντα.

καὶ εἶπεν Ἐπειδὴ ἰχῶ λαλῆσαι πρὸς τὸν κύριον, ἐὰν δὲ εὑρεθῶσιν ἐκεῖ εἴκοσι; καὶ εἶπεν Οὐ μὴ ἀπολέσω ἕνεκεν τῶν εἴκοσι.

καἰ εἶπεν Μή τι, κύριε, ἐὰν λαλήσω ἔτι ἄπαξ· ἐὰν δὲ εὑΟεθῶσιν ἐκεῖ δέκα; καὶ εἶπεν Οὐ μὴ ἀπολέσω ἕνεκεν τῶν δέκα.

ἀπῆλθεν δὲ κύριος ὡς ἐπαύσατο λαλῶν τῷ Ἀβραάμ, καὶ Ἀβραάμ ἀπέστρεψεν εἰς τὸν τόπον αὐτοῦ.