Genesis

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

πρὸς Χοδολλόμορ βασιλέα Αἰλὰμ καὶ Θαλγὰλ βασιλέα ἐθνῶν καὶ Ἀμαρφὰλ βασιλέα Σενναὰρ καὶ Ἀριὼχ βασιλέα ’Eλλασάρ, οἱ τέσσαρες οὗτοι βασιλεῖς πρὸς τοὺς πέντε.

ἡ δὲ κοιλὰς ἡ ἁλυκὴ φρέατα ἀσφάλτου. ἔφυγεν δὲ βασιλεὺς Σοδόμων καὶ βασιλεὺς Γομόρρας, καὶ ἐνέπεσαν ἐκεῖ οἱ δὲ καταλειφθέντες εἰς τὴν ὀρινὴν ἔφυγον.

ἔλαβεν δὲ τὴν πᾶσαν τὴν Σοδόμων καὶ Γομόρρας καὶ πάντα τὰ βρώματα , καὶ ἀπῆλθον.

ἔλαβον δὲ καὶ τὸν Λὼτ υἱὸν τοῦ ἀδελφοῦ Ἀβρὰμ καὶ τὴν ἀποσκευὴν αὐτοῦ, καὶ ἀπῴχοντο· ἢν γὰρ κατοικῶν [*](§ D) ἐν Σοδόμοις. §