Genesis

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

παραγενόμενος δὲ τῶν ἀνασωθέντων τις κατοικῶν Ἀβρὰμ τῷ περάτῃ· αὐτὸς δὲ κατῴκει ἐν τῇ δρυὶ τῇ Μαμβρῆ ὁ Ἄμορις τοῦ ἀδελφοῦ Ἐσχὼλ καὶ τοῦ ἀδελφοῦ Αὐνάν, οἳ ἦσαν συνωμόται τοῦ Ἀβράμ.

ἀκούσας δὲ Ἀβρὰμ ὅτι ᾐχμαλωτεύθη Λὼτ ὁ ἀδελφὸς αὐτοῦ, ἠρίθμησεν τοὺς ἰδίους οἰκογενεῖς αὐτοῦ, τριακοσίους δέκα καὶ [*](¶ Α) ὀκτώ, καὶ κατεδίωξεν ¶ ὀπίσω αὐτῶν ἕως Δάν. Δάν.

καὶ ἐπέπεσεν ἐπ’ αὐτοὺς τὴν νύκτα αὐτὸς καὶ οἱ παῖδες αὐτοῦ, καὶ ἐπάταξεν καὶ ἐδίωξεν αὐτοὺς ἕως Χωβάλ, ἡ ἐστιν ἐν ἀριστερᾷ Δαμάσκου.

καὶ ἀπέστρεψεν πᾶσαν τὴν ἴππον Σοδόμων· καὶ Καὶ τὸν ἀδελφὸν αὐτοῦ ἀπέστρεψεν καὶ πάντα τὰ ὑπάρχοντα αὐτοῦ καὶ τὰς γυναῖκας καὶ τὸν λαόν.