Genesis

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ ἐξήνεγκεν ἡ γῆ βοτάνην χόρτου, σπεῖρον σπέρμα κατὰ γένος καὶ καθ’ ὁμοιότητα, καὶ ξύλον κάρπιμον ποιοῦν καρπόν, οὗ τὸ σπέρμα αὐτοῦ ἐν αὐτῷ κατὰ γένος ἐπὶ τῆς γῆς. καὶ ἴδεν ὁ θεὸς ὅτι καλόν.

καὶ ἐγένετο §ἐσπέρα καὶ ἐγένετο πρωί, ἡμέρα τρίτη.

καὶ § [*](D.) εἶπεν ὁ θεός Γενηθήτωσαν φωστῆρες ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ εἰς [*](Inscr γένεσις E I 4 ἔιδεν A b 6 —7 ὕδατος εποιησεν sup ras Α 1?a? 10 συστήματα Ε 11 κάτα γένος εἰς ομ.] εἰς ομ. κάτα γένος E 14 εἰς φαῦσιν AD] ὥστε φαίνειν ἔπι Ε)

2
[*](Α) φαῦσιν τῆς γῆς, καὶ ἄρχεῖν τῆς ἡμέρας καὶ τῆς νυκτὸς καὶ διαχωρίζειν [*](¶ D) ἀνὰ μέσον τῆς ἡμέρας καὶ ἀνὰ μέσον τῆς νυκτός· καὶ ἔστωσαν εἰς σημεῖα καὶ εἰς καιροὺς καὶ εἰς ἡμέρας καὶ εἰς ἐνιαυτούς·

καὶ ἔστωσαν εἰς φαῦσιν ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ, ὥστε φαίνειν ἐπὶ τῆς γῆς. καὶ ἐγένετο οὕτως.

καὶ ἐποίησεν ὁ θεὸς τοὺς δύο φωστῆρας τοὺς μεγάλους, τὸν φωστῆρα τὸν μέγαν εἰς ἀρχὰς τῆς ἡμέρας καὶ τὸν φωστῆρα τὸν ἐλάσσω εἰς ἀρχὰς τῆς νυκτός, καὶ τοὺς ἀστέρας.

καὶ ἔθετο αὐτοὺς ὁ θεὸς ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ, ὥστε φαίνειν ἐπὶ τῆς γῆς,

καὶ ἄρχειν τῆς ἡμέρας καὶ τῆς νυκτός, καὶ διαχωρίζειν ἀνὰ μέσον τοῦ φωτὸς καὶ ἀνὰ μέσον τοῦ σκότους· καὶ ἴδεν ὁ θεὸς ὅτι καλόν.

καὶ ἐγένετο ἑσπέρα [*](¶ D) καὶ ἐγένετο πρωί, ἡμέρα τετάρτη. ¶

Καὶ εἶπεν ὁ θεός Ἑξαγαγέτω τὰ ὕδατα ἑρπετὰ ψυχῶν ζωσῶν καὶ πετεινὰ πετόμεν[α] ἐπὶ τῆς γῆς κατὰ τὸ στερέωμ[α του] οὐρανοῦ • καὶ ἐγένετο οὕτως.

καὶ ἐποίησεν ὁ θεὸς τὰ κήτη [τὰ με]γάλα καὶ πᾶσαν ψυχὴν [ζῴων ἑρπε]τῶν, ἃ ἐξήγαγεν [τὰ ὕδατα κατὰ γένη αὐτῶν], καὶ πᾶν πετεινὸν πτ[ερωτὸν] κατὰ γένος· καὶ ἴδεν ὁ [θεὸς ὅτι καλά].

καὶ ηὐλόγησεν αὐτὰ ὁ θ[εὸς λέγων] Αὐξάνεσθε καὶ πληθ[ύνεσθε, καὶ] πληρώσατε τὰ ὕδατα [ἐν ταῖς θα]λάσσαις, καὶ τὰ πετε[ινὰ πληθυ]νέσθωσαν ἐπὶ τῆς γῆς.

καὶ ἐγέ]νετο ἑσπέρα καὶ εγ[ένετο πρωί], ἡμέρα πέμπτη.

Καὶ εἶπεν ὁ θεός Ἐξαγαγ[έτω ἡ γῆ ψυχὴν] ζῶσαν κατὰ γένος, [τετράποδα] καὶ ἑρπετὰ καὶ θηρί[α τῆς γῆς κατὰ] γένος, καὶ ἐγένετο [οὕτως].

καὶ ἐποίησεν ὁ θεὸς τὰ [θηρία τῆς γῆς] κατὰ γένος καὶ τὰ κτ[ήνη κατὰ γέ]νος καὶ πάντα τὰ ἑρπ[ετὰ τῆς γῆς] [*](§ D) κατὰ γένος αὐτῶν· καὶ ἴδεν ὁ θεὸς ὅτι καλά.

§καὶ εἶπεν ὁ θεός Ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν καὶ κἀθ᾽ ὁμοίωσιν· καὶ ἀρχέτωσαν τῶν ἰχθύων τῆς θαλάσσης καὶ τῶν πετεινῶν τοῦ οὐρανοῦ καὶ τῶν κτηνῶν καὶ πάτης τῆς γῆς καὶ πάντων τῶν ἑρπετῶν τῶν ἑρπόντων ἐπὶ τῆς γῆς.

καὶ ἐποίησεν ὁ θεὸς τὸν ἄνθρωπον, κατ’ εἰκόνα θεοῦ ἐποίησεν αὐτόν· ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς.

καὶ ηὐλόγησεν αὐτοὺς ὁ θεὸς λέγων Αὐξάνεσθε καὶ πληθύνεσθε, καὶ πληρώσατε τὴν γῆν καὶ κατακυριεύσατε αὐτῆς, καὶ ἄρχετε τῶν ἰχθύων τῆς θαλάσσης καὶ τῶν πετεινῶν τοῦ οὐρανοῦ καὶ πάντων τῶν κτηνῶν καὶ πάσης τῆς γῆς καὶ πάντων τῶν ἑρπετῶν τῶν ἑρπόντων ἐπὶ τῆς γῆς.

καὶ εἶπεν ὁ θεός ἰδοὺ δέδωκα ὑμῖν πᾶν [*](14 καὶ ἄρχειν ... νυκτος Ι°] καὶ ἀρχέτωσαν (D)... νυκτὸς D* (rescr D a) om Ε | καὶ διαχ.] του διαχ. D | om εἰς 5° D 20—25 quae uncis perier in Α 21 κάτα 2° Ε] καιπα Α (κὰι πᾶ A b?) 24 om καὶ 25 om καὶ τὰ κτήνη κάτα γ. Ε 26 — 28 rescr vid D a 26 καὶ τῶν πετ. του οὖρα sup ras pl litt A 1 | τῶν ερπετων] om τῶν D vid 28 ευλ[ογησεν] D | αὐτοὺς o θεὸς A D sil] o θݲςݲ αυτους E | πληρωσατε] πληθυ[νετε?] D | πάντων Ι° Ε | κτηνῶν καὶ] πα A 1 mg | om καὶ πάσης τῆς γῆς Ε | om Ε 29 πὰν AE] πάντα D sil)

3
χόρτον σπόριμον σπεῖρον σπέρμα, ὅ ἐστιν ἐπάνω πάσης τῆς γῆς· καὶ πᾶν [*](A) ξύλον, ὃ ἔχει ἐν ἑαυτῷ καρπὸν σπέρματος σπορίμου· [ὑ]μῖν ἔσται εἰς βρῶσιν,

καὶ πᾶσι [τοῖ]ς θηρίοις τῆς γῆς καὶ πᾶσι [τοῖ]ς πετεινοῖς τοῦ οὐρανοῦ [καὶ π]αντὶ ἑρπετῷ τῷ ἕρπον[τι ἐπὶ τῆς] γῆς, ὃ ἔχει ἐν ἑαυτῷ [ψυχὴ]ν ζωῆς· καὶ πάντα χόρ[τον χλ]ωρὸν εἰς βρῶσιν. καὶ [ἐγένετ]ο οὕτως.

[καὶ ἴδεν ὁ] θεὸς τὰ πάντα ὅσα ἐποίη[σεν, καὶ] ἰδοὺ καλὰ λίαν. καὶ ἐγέ[νετο ἑσ]πέρα καὶ ἐγένετο πρωί, ἡμέρα ἡμέρα ἕ]κτη.