Genesis

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

[Καὶ ¶ [*](D) συνετε]λέσθησαν ὁ οὐρανὸς κ]αὶ ἡ γῆ καὶ πᾶς ὁ κόσμος [αὐτῶν.

κ]αὶ συνετέλεσεν ὁ θεὸς [ἐν τῇ ἡμέρα] τῇ ἕκτη τὰ ἔργα αὐτοῦ [ἃ ἐποίησ]εν· καὶ κατέπαυσεν [τῇ ἡμ]έρᾳ τῇ ἑβδόμῃ ἀπὸ πάν[των τῶ]ν ἔργων αὐτοῦ ὧν [ἐποίησ]εν.

καὶ ηὐλόγησεν [ὁ θεὸς τὴν] ἡμέραν τὴν ἑβδόμην καὶ ἡγίασεν αὐτήν, ὅτι ἐν αὐτῇ κατέπαυσεν ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ ὧν ἤρξατο ὁ θεὸς ποιῆσαι.

Αὕτη ἡ βίβλος γενέσεως οὐρανοῦ καὶ γῆς, ὅτε ἐγένετο· ᾗ ἡμέρᾳ ἐποίησεν Κύριος ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν,

καὶ πᾶν χλωρὸν ἀγροῦ πρὸ τοῦ γενέσθαι ἐπὶ τῆς γῆς, καὶ πάντα χόρτον ἀγροῦ πρὸ τοῦ ἀνατεῖλαι. οὐ γὰρ ἔβρεξεν ὁ θεὸς ἐπὶ τὴν γῆν, καὶ ἄνθρωπος οὐκ ἦν ἐργάζεσθαι τὴν γῆν·

πηγὴ δὲ ἀνέβαινεν ἐκ τῆς γῆς καὶ ἐπότιζεν πᾶν τὸ πρόσωπον τῆς γῆς.

καὶ ἔπλασεν ὁ θεὸς τὸν ἄνθρωπον χοῦν ἀπὸ τῆς γῆς· καὶ ἐνεφύσησεν εἰς τὸ πρόσωπον αὐτοῦ πνοὴν ζωῆς, καὶ ἐγένετο ὁ ἄνθρωπος εἰς ψυχὴν ζῶσαν.

Καὶ ἐφύτευσεν Κύριος ὁ θεὸς παράδεισον ἐν Ἔδεμ κατὰ ἀνατολάς, καὶ ἔθετο ἐκεῖ τὸν ἄνθρωπον ὃν ἔπλασεν.

καὶ ἐξανέτειλεν ὁ θεὸς ἔτι ἐκ τῆς γῆς πᾶν ξύλον ὡραῖον εἰς ὅρασιν καὶ καλὸν εἰς βρῶσιν· καὶ τὸ ξύλον τῆς ζωῆς ἐν μέσῳ τῷ παραδείσῳ, καὶ τὸ ξύλον τοῦ εἰδέναι γνωστὸν καλοῦ καὶ πονηροῦ.

ποταμὸς δὲ ἐκπορεύεται ἐξ Ἔδεμ ποτίζειν τὸν παράδεισον· ἐκεῖθεν ἀφορίζεται εἰς τέσσαρας ἀρχάς.

ὄνομα τῷ ἑνὶ Φεισών· οὗτος ὁ κυκλῶν πᾶσαν τὴν γῆν Εὑειλάτ, ἐκεῖ ἐστιν τὸ χρυσίον·

τὸ δὲ χρυσίον τῆς γῆς ἐκείνης καλόν· καὶ ἐκεῖ ἐστιν ὁ ἄνθραξ καὶ ὁ λίθος ὁ πράσινος.

καὶ ὄνομα τῷ ποταμῷ τῷ δευτέρῳ Γηών· οὗτος ὁ κυκλῶν πᾶσαν τὴν γῆν Αἰθιοπίας.

καὶ ὁ ποταμὸς ὁ τρίτος Τίγρις· οὗτος ὁ πορευόμενος κατέναντι Ἀσσυρίων. ὁ δὲ ποταμὸς ὁ τέταρτος, οὗτος Εὐφράτης.

καὶ ἔλαβεν κύριος ὁ θεὸς τὸν ἄνθρωπον ὃν ἔπλασεν καὶ ἔθετο αὐτὸν ἐν τῷ παραδείσῳ, ἐργάζεσθαι αὐτὸν καὶ φυλάσσειν.

καὶ ἐνετείλατο Κύριος ὁ θεὸς τῷ Ἀδὰμ λέγων Ἀπὸ [*](29 σπείρων Α 29 — II 3 quae uncis incl sunt perier in Α 30 post DE παντὶ ras 2 vel 3 litt Α | om τὼ D sil Ε 31 rescr omn D a | om τὰ Ε II 1 post συνετελ. ras 7 litt Α 3 om ἔργων E 5 πάντα] πὰν Ε | om ἀγροῦ 2° E | ο θεὸς ἔπι τὴν γην] ἔπι τῆς γῆς ο θݲςݲ Ε 11 Φισων Ευιλατ E | ἔκει οὑν E 14 ο πορευομενος] pr ο ποταμὸς E)

4
[*](Α) παντὸς ξύλου τοῦ ἐν τῷ παραδείσῳ βρώσει φάγῃ·

ἀπὸ δὲ τοῦ ξύλου τοῦ γινώσκειν καλὸν καὶ πονηρόν, οὐ φάγεσθε ἀπ’ αὐτοῦ· ἧ δ’ ἂν ἡμέρᾳ φάγησθε ἀπ’ αὐτοῦ, θανάτῳ ἀποθανεῖσθε.

Καὶ εἶπεν Κύριος ὁ θεός Οὐ καλὸν εἶναι τὸν ἄνθρωπον μόνον. ποιήσωμεν αὐτῷ βοηθὸν κατ’ αὐτόν.

καὶ ἔπλασεν ὁ θεὸς ἔτι ἐκ τῆς γῆς πάντα τό θηρία τοῦ ἀγροῦ κα πάντα τὰ πετεινὰ τοῦ οὐρανοῦ, καὶ ἤγαγεν αὐτὰ πρὸς τὸν Ἀδὰμ ἰδεῖν τί καλέσει αὐτά· καὶ πᾶν ὁ ἐὰν ἐκάλεσεν αὐτὸ Ἀδὰμ ψυχὴν ζῶσαν, τοῦτο ὄνομα αὐτοῦ.

καὶ ἐκάλεσεν Ἀδὰμ ὀνόματα πᾶσιν τοῖς κτήνεσιν καὶ πᾶσι τοῖς πετεινοῖς τοῦ οὐρανοῦ καὶ πᾶσι τοῖς θηρίοις τοῦ ἀγροῦ· τῷ τε Ἀδὰμ οὐχ εὑρέθη βοηθὸς ὅμοιος αὐτῷ.